Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

διὰ τὴν τοιαύτην οὖν αἰτίαν ἡ δευτέρα κτίσις, Κυνόσουρα, λογικῆς κτίσεως εἰκὼν ἕστηκεν ἐν οὐρανῷ μέσος δὲ ὁ Δράκων τῶν δύο κτίσεων ὑποτείνεται, τὰ ἀπὸ τῆς μεγάλης κτίσεως κωλύων ἐπὶ τὴν μικρὰν κτίσιν μετελθεῖν, τά τε ἐν τῇ κτίσει καθεστηκότα, καθάπερ τὸν Ἐν γόνασι, παραφυλάσσων, τηρῶν πῶς καὶ τίνα τρόπον ἕκαστον ἐν τῇ μικρᾷ κτίσει καθέστηκε.

τηρεῖται δὲ καὶ αὐτὸς κατὰ τὴν κεφαλήν, φησίν, ὑπὸ τοῦ Ὀφιούχου. αὕτη, φησίν, εἰκὼν ἕστηκεν ἐν οὐρανῷ, σοφία τις οὐσα τοῖς ἰδεῖν δυναμένοις. εἰ δέ ἐστιν ἀσαφὲςε κατὰ τοῦτο, δι’ ἄλλης εἰκόνος, φησίν, ἡ κτίσις διδάσκει φιλοσοφεῖν, περὶ ἡς ὁ Ἄρατος εἴρηκεν οὕτως·

  • οὐδ᾿ ἄρα Κηφῆος μογερὸν γένος Ἰασίδαο.