Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

αὐταὶ δὲ αἱ Ἄρκτοι, φασίν, ἑβδομάδες εἰσὶ δύο, ἐξ ἐπτὰ ἀστέρων συγκείμεναι, δισσῶν κτίσεων εἰκόνες. πρώτη γάρ, φησίν, κτίσις ἡ κατὰ τὸν Ἀδὰμ ἐν πόνοις, <ὅ ἐστιν> ὁ ἐν γόνασιν ὁρώμενος· δευτέρα δὲ κτίσις ἐστὶν ἡ κατὰ Χριστόν, δι᾿ ἧς ἀναγεννώμεθα, ὅ ἐστιν ὁ Ὀφιοῦχος ἀνταγωνιζόμενος τῷ θηρίῳ καὶ κωλύων ἐπὶ τὸν στέφανον ἐλθεῖν τὸν ἡτοιμασμένον τῷ ἀνθρώπῳ.

μεγάλη δέ έστιν Ἄρκτος ἡ Ἑλίκη, φησίν, μεγάλης κτίσεως σύμβολον, πρὸς ἣν πλέουσιν Ἕλληνες, τουτέστι πρὸς [*](13 ff Arat V. 75ff — 20 ff vgl. Arat V. 27ff — 20f Clem. Strom. VI 143, 1 S. 504, 23 St. ἑπτάστεροι δὲ αἱ ἄρκτοι, vgl. ß, ötter S. 128 — 27 vgl. Arat V. 37. 38; Comm. in Aratuta 348, 19 — 21. Pasquali nimmt einen Choliambus des Kallimaclios an, entsprechend Oxyrh. Pap. 1011 V. 119. 120 Λ·αὶ τῆς ἁμάξης ἐλέγετο σταθμήσασθαι | τοὺς ἀστερίσκοι·ς, ᾗ πλέουσι Φοίνικες) [*](1 + σημαίνουσα Roeper 5 τῷ λόγῳ ö.: τοῖς P, τοῖς λόγοις Miller τούτου πειθόμενος We. 8f ἐπιβάλειν Ρ 9 + τοῦ ö. 10 τοῦτο δὲ ἐξ. < Roeper, s. 70, 3. S. 70, 14, christliche Interpolation des 11 ὅμως Ρ, verb. ö. 13 τῶ παιδί Ρ 18 <ἐν> σχήματι We. 20 αὐται Ρ 21 φησίν? Miller ἀστέρων Roeper: ἀριθμῶν Ρ 23 + ὅ ἐστιν ö., ἣν ἐμφαίνει Scott (vor ἐν πόνοις Miller) δὲ] δὲ ἡ ümlich als Lesart von P Miller ἐστιν < durch Versehen Miller)

72
ἣν παιδεύονται καὶ διὰ τῶν τοῦ βίου φερόμενοι κυμάτων ἐπακολουθοῦσιν, ἑλίκην τινὰ οὐσαν τὴν τοιαύτην κτίσιν ἢ διδασκαλίαν ἢ σοφίαν, εἰς τὰ ὀπίσω ἄγουσαν τοὺς ἑπομένους τῇ τοιαύτῃ κτίσει· στροφὴ γάρ τις τῆς Ἑλίκης προσηγορία καὶ ἀνακύκλωσις ἐπὶ τὰ αὐτὰ εἶναι δοκεῖ.

μικρὰ δέ τις ἡ ἑτέρα Ἄρκτος οἱονεί τις εἰκὼν τῆς δευτέρας κτίσεως τῆς κατὰ θεὸν κτισθείσης· ὀλίγοι γάρ, φησίν, εἰσὶν οἱ διὰ τῆς στενῆς ὁδοῦ πορευόμενοι· στενὴν δὲ λέγουσιν εἶναι τὴν Κυνοσουρίδα, πρὸς ἣν ὁ Ἄρατός φησιν ὅτι οἱ Σιδόνιοι ναυτίλλονται. Σιδονίους δὲ ἀπὸ μέρους εἴρηκεν ὁ Ἄρατος Φοίνικας διὰ τὸ εἶναι τὴν Φοινίκων σοφίαν θαυμαστήν, Φοίνικας δὲ εἶναι Ἕλληνες λέγουσι τοὺς ἀπὸ τῆς Ἐρυθρᾶς θαλάσσης μετοικήσαντας εἰς τοῦτον τὸν χῶρον, οὐ καὶ νῦν τοῦτο τοῦτο γὰρ Ἡροδότῳ δοκεῖ.

Κυνόσουρα δέ, φησίν, αὕτη ἡ Ἄρκτος, ἡ κτίσις ἡ δευτέρα, ἡ μικρά, ἡ στενὴ ὁδός, καὶ οὐχὶ ἡ Ἑλίκη. οὐ γὰρ εἰς τὰ ὀπίσω ἄγει, ἀλλ᾿ εἰς τὰ ἔπροσθεν ἐν εὐθείας τοὺς ἑπομένους ὁδηγεῖ, κυνὸς οὖσα. κύων γὰρ ὁ λόγος, τοῦτο μὲν φρουρῶν καὶ φυλάσσων τὸ ἐπιβουλευόμενον ὑπὸ τῶν λύκων ποίμνιον, τοῦτο δὲ ἀπὸ τῆς κτίσεως τὰ θηρία κυνηγῶν καὶ διαφθείρων, τοῦτο δὲ γεννῶν τὰ πάντα καί, ὃ δή φασι, κύων, τουτέστι γεννῶν.