Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

εἰ οὖν, φησίν, ἐξομολογούμενος ὁ Ἀδὰμ καὶ τὴν κεφαλὴν φυλάσσων τοῦ θηρίου κατὰ τὸ πρόσταγμα τοῦ θεοῦ ἐκμιμήσεται τὴν λύραν, τουτέστι κατακολουθήσει τῷ <λόγῳ> τοῦ θεοῦ, τοῦτ᾿ ἔστι πειθόμενος νόμῳ, παρακείμενον αὐτῷ τὸν στέφανον λήψεται. ἐὰν δὲ ἀμελήσῃ, συγκατενεχθήσεται τῷ ὑποκειμένῳ θηρίῳ, καὶ τὸ μέρος ἕξει, φησί, μετὰ τοῦ θηρίου.

ἔοικε δὲ ὁ Ἐν γόνασιν ἑκατέρωθεν ἐπιβάλλειν τὰς χεῖρας, καὶ τοῦτο μὲν τῆς Λύρας, τοῦτο δὲ <τοῦ> Στεφάνου ἐφάπτεσθαι, τοῦτο δὲ ἐξομολογεῖσθαι, ὡς ἔστιν ἰδεῖν δι᾿ αὐτοῦ τοῦ σχήματος· ἐπιβουλεύεται δὲ ὁμῶς καὶ ἀποσπᾶται ὁ στέφανος αὐτοῦ ὑπ’ ἄλλου θηρίου, μικροτέρου δράκοντος, ὅ ἐστι γέννημα τοῦ φυλασσομένου ὑπὸ τοῦ Ἐν γόνασι τῷ ποδί.

ἄνθρωπος δὲ ἕστηκεν ἑκατέραις ταῖς χερσὶ καρτερῶς κατασφίγγων καὶ εἰς τὰ ὀπίσω ἕλκων ἀπὸ τοῦ Στεφάνου τὸν ὄφιν καὶ οὐκ ἐᾷ ἐφάπτεσθαι βιαζόμενον τοῦ Στεφάνου τὸ θηρίον· Ὀφιοῦχον δὲ αὐτὸν ὁ Ἄρατος καλεῖ, ὅτι κατέχει τὴν ὁρμὴν τοῦ ὄφεως ἐπὶ τὸν στέφανον ἐλθεῖν πειρωμένου.

λόγος δέ, φησίν, ἐστὶ σχήματι ἀνθρώπου ὁ κωλύων ἐπὶ τὸν στέφανον ἐλθεῖν τὸ θηρίον, οἰκτείρων τὸν ἐπιβουλευόμενον ὑπὸ τοῦ δράκοντος ὁμοῦ καὶ τοῦ γεννήματος ἐκείνου.