Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

οἳ τῷ παραξένῳ θαύματι ἐνορῶντες μικροθαύμαστοι ἁλίσκονται δίκην ὀρνέου τοῦ λεγομένου ὤτου, οὑ τὸ παράδειγμα καλὸν ἐξειπεῖν διὰ τὰ μέλλοντα. ἔστι δὲ τὸ ζῷον οὐ πολὺ ἀπεμφαῖνον ἀετοῦ οὔτε μεγέθει οὔτε μορφῇ, ἁλίσκεται δὲ τοῦτον τὸν τρόπον·

ὁ ἀγρευτὴς τῶν ὀρνίθων ἐπὰν ἴδῃ ἀγέλην που καταπτᾶσαν, πόρρωθεν ἀνακρούμενος τὰς χεῖρας ὀρχεῖσθαι σκήπτεται, καὶ οὕτω πρὸς ὀλίγον ἐγγίζει τοῖς ὄρνισιν· οἱ δὲ τὴν παράξενον θέαν καταπεπληγότες ἀπερίβλεπτοι πάντων γίνονται. ἕτεροι δὲ τῶν ἐπὶ τὴν ἄγραν παρεσκευασμένων ὄπισθεν ἐπελθόντες τοὺς ὄρνεις εὐκόλως συλλαμβάνονται θεωμένους τὸν ὀρχηστήν.