Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἱκανῶς οὖν τὰ δόμαντα ἐκθέμενοι λοιπὸν ἐπὶ τὴν τοῦ προκειμένου πραγματείαν χωρήσωμεν, ὅπως ὃ τετάγμεθα περὶ τῶν αἱρέσεων ἐπιδείξαντες ἐκάστοις τε τὰ ἴδια ἀποδοῦναι ἀναγκάσαντες γυμνοὺς τοὺς αἱρεσιάρχας φανερώσομεν καὶ ἀφροσύνην τῶν πειθομένων κατηγορήσαντες πείσομεν παλινδρομεῖν ἐπὶ τὸν τῆς ἀληθείας εὔδιον λιμένα.

ἵνα δὲ σαφέστερα τοῖς ἐντυγχάνουσι τὰ ῥηθησόμενα φανῇ, δοκεῖ καὶ τὰ Ἀράτῳ πεφροντισμένα περὶ τῆς κατὰ τῶν οὐρανίων ἄστρων διαθέσεως ἐξειπεῖν, ὥς τινες εἰς τὰ ὑπὸ τῶν γραφῶν εἰρημένα ἀπεικονίζοντες αὐτὰ ἀλληγοροῦσι, μετάγειν τὸν νοῦν τῶν προσεχόντων πειρώμενοι, Μανοῖς λόγοις προσάγοντες αὐτοὺς πρὸς ἃ βούλονται, ξένον θαῦμα ἐνδεικνύμενοι ὡς κατηστερισμένων τῶν ὑπ’ αὐτῶν λεγομένων·