Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Τῇ οὖν μονάδι ἀγαθοποιῷ οὔσῃ * * εἰς τὸν ἀπεριζυγον ἀριθμὸν [*](1f. 20r) λήγοντα ὀνόματα ἀνωφερῆ ἀγαθοποιὰ εἶναι παρατηρούμενοι λέγουσι· τὰ δὲ εἰς τὸν ἄρτιον ἀριθμὸν λήγοντα κατωφερῆ τε καὶ θηλυκὰ καὶ κακοποιὰ εἶναι νενόμισται. τὴν γὰρ φύσιν ἐξ ἐναντίων συνισταμένην λέγουσιν ἐκ τε καλοῦ καὶ κακοῦ, ὥσπερ δεξιὸν καὶ ἀριστερόν, φῶς καὶ σκότος, νὺξ καὶ ἡμέρα ζωὴ καὶ θάνατος.

ἔτι δὲ καὶ τοῦτο λέγουσιν ὡσεὶ † τὸ θεὸς ψηφίσας καὶ μὴν εἰς πεντάδα εἰς ἐννάδα] καταντᾷ· ὅ ἐστιν <ἀν>άρτιον, ὃ ἐπιγραφὲν περιάψαντες οὑτωσὶ καὶ βοτάνη τις εἰς τοῦτο λήγουσα τοῦ ἀριθμοῦ ὁμοίως περιαφθεῖσα ἐνεργεῖ διὰ τὴν ὁμοίαν τοῦ ἀριθμοῦ ψῆφον.

ἀλλὰ καὶ ἰατρὸς ὁμοίᾳ ψήφῳ ἀρρώστους θεραπεύει· εἰ δὲ ἐ·ναντία ἡ ψῆφος, οὐ θεραπεύει ῥᾳδίως. τούτοις τοῖς ἀριθμοῖς προσέχοντες ὅσα ὅμοια ᾖ λογίζονται κατὰ τόνδε τὸν νοῦν, οἱ μὲν κατὰ φωνήεντα μόνα, οἱ δὲ κατὰ πάντα τὸν ἀριθμόν τοιαύτη καὶ ἡ Αἰγυπτίων σοφία, δι᾿ ἧς τὸ θεῖον δοξάζοντες γινώσκειν νομίζουσιν.

Ἱκανῶς οὐν δοκεῖ ἡμᾶς καὶ ταῦτα ἐκτεθεῖσθαι. ἀμέλει νομίζω μηδεμίαν δόξαν τῆς ἐπιγείου καὶ χαμαιπετοῦς σοφίας παράλελοοπέναι, οὐκ ἄχρηστον δὲ τὴν εἰς αὐτὰ φροντίδα ὁρῶ ἡμῖν [*](25 γεγενημένην· οὐδὲ γὰρ μόνον πρὸς ἔλεγχον τῶν αἱρέσεων εὔχρηστον ὁρῶμεν γεγονέναι τὸν λόγον, ἀλλὰ καὶ πρὸς αὐτοὺς τοὺς τά αὐτὰ 15 Servius zu Verg. Ecl. VIII 75 medendi causa multaruinque rerum impares numeros servari; Plin. N. h. XXVIII 23 1 + ἡ ö. ὅτι τά μὲν γεννώμενα ἐν τοῖς ἀρσενικοῖς ἀριθμοῖς ἀγαθοποιά, τὰ δὲ ἐν τοῖς θηλυκοῖς κακοποιά a. Eande Ρ 4 ἀρξάμεθα Ρ 7 + ἀκολούθως τά Miller, προσῳκείωται τὰ Cruice, νέμοντες τὰ We 7f ἀριθμοῦ 8 καὶ αὐτὰ> ἀνωφερῆ Cruice ἀνωφερῆ καὶ ἀρσενικὰ καὶ) ἀγαθοΠοιὰ εἶναι Miller 10 ἐναντίου Ρ 13 ψῆφος θεοῦ ὀνόματος a. Rande Ρ ὡς τὸ τοῦ θεοῦ ψηφίζουσιν <ὄνομα> Cruice, ὡς ὁ τὸ θεὸς ψηφίσας καὶ εἰς (dann ἐννεάδας εἰς π. Pasquali) Diels nach ψηφίσας ücke Miller εἰς ἐννάδα < Cruice. Die Zahlensumine von θεός gibt 281; bei der durch 9 bleibt Rest 5 14 ἀνάρτιον Cruice: ἄρτιον Ρ 17 ὁμοίω Ρ ἄρρωστος Ρ 18f ὁμοιοειδῆ We. 19 ὁ μὲν Ρ 22 ἡμῖν Miller, doch s. Register ἀμέλει We.: ἀλλ’ ἐπεὶ Ρ, ἀλλ’ ἔτι ö. 26 τοὺς ταῦτα ö.)

68
δοξάζοντας, οἳ ἐντυχόντες τῇ γενενημένῃ ἡμῶν πολυμεριμνίᾳ καὶ τὸ σπουδαῖον θαυμάσουσι καὶ τὸ φιλόπονον οὐκ ἐξουθενήσουσι καὶ μωροὺς οὐκ ἀποφανοῦνται Χριστιανοὺς ἐνιδόντες οἷς αὐτοὶ μωρῶς πιστεύουσιν.

ἔτι δὲ καὶ τοὺς τῇ ἀληθείᾳ προσέχοντας φιλομαθεῖς προβιβάσει ὁ λόγος φρονιμωτέρους πρὸς τὸ μὴ μόνον τὰς τῶν αἱρέσεων μαθόντας ἀρχὰς εὐκόλως ἀνατρέπειν τοὺς πλανᾶν τετολμηκότας, ἀλλὰ καὶ τὰς τῶν σοφῶν λεγομένας δόξας, ὧν οὐκ ἄπειροι γενόμενοι οὔθ᾿ ὑπ’ αὐτῶν ταραχθήσονται ὡς ἀμαθεῖς οὔθ᾿ ὑπό τινων πλανηθήσονται ὡς δυνάμει τινὶ δρώντων, ἀλλ’ ἔτι καὶ τοὺς πλανωμένους ἐπιτηρήσουσιν.

Ἱκανῶς οὖν τὰ δόμαντα ἐκθέμενοι λοιπὸν ἐπὶ τὴν τοῦ προκειμένου πραγματείαν χωρήσωμεν, ὅπως ὃ τετάγμεθα περὶ τῶν αἱρέσεων ἐπιδείξαντες ἐκάστοις τε τὰ ἴδια ἀποδοῦναι ἀναγκάσαντες γυμνοὺς τοὺς αἱρεσιάρχας φανερώσομεν καὶ ἀφροσύνην τῶν πειθομένων κατηγορήσαντες πείσομεν παλινδρομεῖν ἐπὶ τὸν τῆς ἀληθείας εὔδιον λιμένα.

ἵνα δὲ σαφέστερα τοῖς ἐντυγχάνουσι τὰ ῥηθησόμενα φανῇ, δοκεῖ καὶ τὰ Ἀράτῳ πεφροντισμένα περὶ τῆς κατὰ τῶν οὐρανίων ἄστρων διαθέσεως ἐξειπεῖν, ὥς τινες εἰς τὰ ὑπὸ τῶν γραφῶν εἰρημένα ἀπεικονίζοντες αὐτὰ ἀλληγοροῦσι, μετάγειν τὸν νοῦν τῶν προσεχόντων πειρώμενοι, Μανοῖς λόγοις προσάγοντες αὐτοὺς πρὸς ἃ βούλονται, ξένον θαῦμα ἐνδεικνύμενοι ὡς κατηστερισμένων τῶν ὑπ’ αὐτῶν λεγομένων·

οἳ τῷ παραξένῳ θαύματι ἐνορῶντες μικροθαύμαστοι ἁλίσκονται δίκην ὀρνέου τοῦ λεγομένου ὤτου, οὑ τὸ παράδειγμα καλὸν ἐξειπεῖν διὰ τὰ μέλλοντα. ἔστι δὲ τὸ ζῷον οὐ πολὺ ἀπεμφαῖνον ἀετοῦ οὔτε μεγέθει οὔτε μορφῇ, ἁλίσκεται δὲ τοῦτον τὸν τρόπον·

ὁ ἀγρευτὴς τῶν ὀρνίθων ἐπὰν ἴδῃ ἀγέλην που καταπτᾶσαν, πόρρωθεν ἀνακρούμενος τὰς χεῖρας ὀρχεῖσθαι σκήπτεται, καὶ οὕτω πρὸς ὀλίγον ἐγγίζει τοῖς ὄρνισιν· οἱ δὲ τὴν παράξενον θέαν καταπεπληγότες ἀπερίβλεπτοι πάντων γίνονται. ἕτεροι δὲ τῶν ἐπὶ τὴν ἄγραν παρεσκευασμένων ὄπισθεν ἐπελθόντες τοὺς ὄρνεις εὐκόλως συλλαμβάνονται θεωμένους τὸν ὀρχηστήν.

διὸ ἀξιῶ μή τις τοῖς ὁμοίοις θαύμασι καταπλαγεὶς ἐξηγουμένων τὸν οὐρανὸν δίκην ὤτου συλληφθῇ· ὄρχησις γὰρ καὶ λῆρος ἡ τῶν τοιούτων πανουργία καὶ οὐκ ἀλήθεια.

φησὶν οὗν ὁ Ἄρατος οὕτως·

[*](26ff vgl. Athenaeus 390 D–391 —34 Arat V. 19—23)[*](1 δοξάζοντας ö.: δοξάζειν 8 οὔθ᾿ — οὔθ᾿ Gö.: οὐδ’ — οὐδ’ Ρ 17 We.: τῶ Ρ, τὰ τῷ Miller κατὰ > ? We, 17f κατὰ τὸν οὐρανὸν Cruice, vgl, S. 69, 17 19 μετάγειν (nicht μετὰ) Ρ 27 κατὰ πᾶσαν, τ ügt Ρ 30 παρασκευασμένων Ρ 32 ἐξηγούμενον Ρ 33 ὀρχησία Ρ 34 ἀλη Ρ (ἀληθὴς falsch Miller) vgl. S. 74, 7)
69
  • οἱ μὲν ὁμῶς πολέες τε καὶ ἄλλυδις ἄλλοι ἐόντες
  • οὐρανῷ ἕλκονται πάντ᾿ ἤματα συνεχὲς αἰεί
  • — τοῦτ᾿ ἔστιν οἱ πάντες ἀστέρες —
  • αὐτὰρ ὅ γ’ οὐδ᾿ ὀλίγον μετανίσσεται, ἀλλὰ μάλ᾿ αὕτως
  • ἄζων αἰὲν ἄρηρεν, ἔχει δ᾿ ἀτάλαντον ἁπάντῃ
  • μεσσηγὺς γαῖαν, περὶ δ᾿ οὐρανὸν αὐτὸς ἀγινεῖ.
  • Πολέας φησὶν εἶναι τοὺς κατὰ τὸν οὐρανὸν ἀστέρας, τουτέστι στρεπτούς, διὰ τὸ περιέρχεσθαι ἀπὸ ἀνατολῆς εἰς δύσιν καὶ δύσεως εἰς ἀνατολὴν ἀπαύστως σφαιροειδεῖ σχήματι. εἱλεῖσθαι δὲ κατὰ τὰς ἄρκτους αὐτὰς λέγει οἷόν τι ποταμοῦ ῥεῦμα »μέγα θαῦμα« Δράκοντος πελώρου καὶ τοῦτ’ εἶναι ὅ, φησίν, ἐν τῷ Ἰὼβ πρὸς τὸν #x003E; διάβολος ἔφη·

    »ἐμπεριπατήσας τὴν ὑπ᾿ οὐρανὸν καὶ περιελθών‘, τοῦτ’ ἔστι περιστραφεὶς καὶ περισκοπήσας τὰ γινόμενα· τετάχθαι γὰρ νομίζουσι κατὰ τὸν ἀρκτικὸν πόλον τὸν Δράκοντα, τὸν ὄφιν, ἀπὸ τοῦ ὑψηλοτάτου πόλου πάντα ἐπιβλέποντα καὶ πάντα ἐφορῶντα, ἵνα μηδὲν τῶν πραττομένων αὐτὸν λάθῃ·