Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην φιλοσόφοις καὶ θεολόγοις ζητήσασιν οὐ συνεφώνησε περὶ τοῦ θεοῦ, τί ἐστιν ἢ ποδαπός. οἱ μὲν γὰρ αὐτὸν λέγουσιν εἶναι πῦρ, οἱ δὲ πνεῦμα, οἱ δὲ ὕδωρ, ἕτεροι δὲ γῆν. ἕκαστον δὲ τῶν στοιχείων ἔλαττόν τι ἔχει καὶ ἕτερον ὑπὸ τοῦ ἑτέρου ἡττᾶται.

τοῦτο δὲ συνέβη τοῖς τοῦ κόσμου σοφοῖς, ὅπερ [*](5 δηγησάμεθα] S. 55, 27ff — 27ff 8. z. Β. Philo De decalogo § 53ff Cohn) [*](1 λαλοῦν Ρ 2 τρόπω αὐτὸ μὲν rot in die freigelassene Lücke geschrieben ἐπίπλοος Ρ ἐπιπλέον βώλου Cruize + δὲ Miller 3 ἀνατετριμμένῃ Cruize 4 φασὶ F 7—10 ὃ ἐπὰν — νομίζεται mit gleicher Tinte a. Rande 8 θέλει Ρ 12 ἀξιοπίστων Ρ 16 ἐγεννήθημεν Ρ τρόπον V, verb. Gö. 19 καὶ > Miller 20 ἐνομίζετο Gö.: νομίζει Ρ 22 ὡς > Miller: ἐπὶ Ρ 23 ἴσως Miller: οἴσεις Ρ 27 ὅρα τὴν διάφορον δόξαν τῶν περὶ θεοῦ a. Rande Ρ 29 ἐλάττω Ρ)

65
ἐστὶ τοῖς νοῦν ἔχουσι πρόδηλον, ὅτι ἰδόντες τῆς κτίσεως τὰ μεγέθη ἐπὶ τῇ τῶν ὄντων οὐσίᾳ ἐταράχθησαν, μείζονα ταῦτα νομίσαντες τοῦ ὑφ’ ἑτέρου γένεσιν ἐπιδέξασθαι δύνασθαι, καὶ οὐδὲ ὁμοῦ τὸ σύμπαν αὐτὸ εἶναι τὸν θεὸν ἀπεφήναντο, αἴτιον <δὲ> πρὸς θεολογίαν ἓν βλεπομένων νομίσας † ὁπερ ἔκρινε, καὶ οὕτως ἐπὶ τοῖς ὑπὸ θεοῦ γενομένοις καὶ κατὰ τὴν ἐκείνου ὑπερβάλλουσαν μεγαλειότητα ἐλαχίστοις ὑπάρχουσιν ἐνιδόντες, μὴ δυνηθέντες δὲ εἰς τὸ μέγεθος τοῦ ὄντως θεοῦ ἐκτεῖναι τὸν νοῦν, ταῦτα ἐθεολόγησαν.

οἱ δὲ ἐνδοτέρω τῆς ἀληθείας νομίσαντες γεγονέναι Πέρσαι ἔφασαν τὸν θεὸν εἶναι φωτεινόν, φῶς ἐν ἀέρι συνεχόμενον. οἱ δὲ Βαβυλώνιοι ἔφασαν τὸν θεὸν σκοτεινὸν εἶναι, ὅπερ καὶ αὐτὸ τοῦ ἑτέρου ἐπακολούθημα φαίνεται·