Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
καὶ γὰρ διὰ πάραστημα ψυχῆς καὶ δι᾿ ἐπιτηδειότητα σώματος καὶ διὰ προαίρεσιν. τῶν τόπων κοὶ διὰ ἐμπειρίαν μαίας καὶ ἄλλας ἀπείρους προφάσεις οὐχ ὁ αὐτός ἐστι χρόνος καθ᾿ ὃν προκύπτει τὸ τικτόμενον ῥαγέντων τῶν ὑμένων ἢ ἐκτὸς ὅλον γίνεται ἢ εἰς τὴν γῆς καταφέρεται, ἀλλ’ ἄλλος ἐπ᾿ ἄλλῳ.
ὃ πάλιν μὴ δυνάμενοι ὡρισμένως καὶ ἀκριβῶς σταθμήσασθαι οἱ Χαλδαῖοι ἐκπεσοῦνται τοῦ δεόντωςξ τὴν τῆς ἀποτέξεως ὥραν ὁρίζειν. μὲν οὖν ἐπαγγέλλονται ἐπὶ τοῖς τῆς ἀποτέξεως χρόνοις οἱ Χαλδαῖοι τὸν ὠροσκόπον γίνώσκειν, οὐκ ισασι δέ, ἐκ τούτων συμφανές· ὅτι δὲ οὐδὲ τὸ ὡροσκόπιον ἀπλανὲς αὐτοῖς ἐστι, πάρεστιν ἐπιλογίζεσθαι.
ὅταν γὰρ λέγωσιν ὅτι ὁ προσεδρεύων τῇ ὠδινούσῃ ἅμα τῇ ἀποτέξει δίσκῳ σημαίνει τῷ ἀπὸ τῆς ἀκρωρείας ἀστεροσκοποῦντι Χαλδαίῳ κἀκεῖνος εἰς οὐρανὸν ἀποβλέπων παρασημαίνεται τὸ ἀνίσχον ζῴδιον, τὸ μὲν πρῶτον ἐπιδείξωμεν αὐτοῖς ὅτι τῆς ἀποτέξεως ἀορίστου τυΓχανούσης, καθὼς μικρῷ πρότερον παρεστήσαμεν, στήσαμεν., οὐδὲ τῷ δίσκῳ ταύτην διασημαίνειν εὔκολον.