Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

εἴπερ γε, ὥς τινες τῶν φυσικῶν εἰρήκασιν, ἑψόμενον πρῶτον καὶ προμεταβαλλόμενον ἐν μήτρᾳ τὸ σπέρμα τότε προσέρχεται τοῖς ἀναστομωθεῖσιν αὐτῆς ἀγγείοις, καθάπερ τῇ γῇ τὰ τῆς γῆς σπέρματα· ὅθεν οἱ μὴ ειδότες τὴν ποσότητα τοῦ τῆς μεταβολῆς χρόνου οὐκ εἴσονται οὐδὲ τὸν τῆς συλλήψεως καιρόν.

ἔτι δὲ καὶ ὡς κατὰ τὰ λοιπὰ μέρη τοῦ σώματος διαφέρουσιν ἀλλήλων αἱ γυναῖκες κατὰ ἐνέργειάν τε καὶ τὰς λοιπὰς αἰτίας, οὕτως καὶ κατὰ τὴν τῆς μήτρας ἐνέργειαν τὰς μὲν θᾶττον συλλαμβανούσας τὰς δὲ βράδιον. καὶ οὐ παράδοξον, ὅπου καὶ αὐταὶ αὑταῖς συγκρινόμεναι νυνὶ μὲν εὐσύλληπτοι θεωροῦνται νυνὶ δὲ οὐδαμῶς. τούτου δ᾿ οὕτως ἔχοντος <τῶν> ἀδυνάτων ἐστὶ λέγειν πρὸς ἀκρίβειαν, πότε συνέχεται τὸ καταβληθὲν σπέρμα, ἵνα ἀπὸ τούτου τοῦ χρόνου στήσωσιν οἱ Χαλδαῖοι τῆς γενέσεως τὸν ὡροσκόπον.

Τούτῳ τῷ λόγῳ ἀδύνατόν ἐστιν ἐκ τῆς συλλήψεως στῆσαι τὸν ὠροσκόπον. ἀλλ᾿ οὐδὲ ἐξ ἀποτέξεως. πρῶτον μὲν γὰρ ἄπορόν [*](23-S. 37, 11 Sext. § 64 E. — 70) [*](1 τὸ σπέρμα Ρ, verb. nach Sext. 3 προαπίπτος Ρ 4—7 die durch zu ähnlichen Wörtern entstandeneu Lücken üllt ausgefüllt Ρ 6 τῶν ἀγνώστων τὸ πότε Sext. Gö. 8 ὁ εἰς ταύτην Sext.: εἰς αὐτὴν 9 ἦρται] οἴχεται Sext. 10 γε] τε Sext., Hipp, hat wohl wie Ζ. 8 den neuen Satz ungeschickt untergeordnet ἑψόμενον Sext.: ε'μμένον Ρ 11 προμεταβάλλον Sext. 12 καθάπερ—σπέρματα > Sext., doch s. § 57 13 αὐτόθεν οὐκ εἰδότες Sext. Miller 14—17 καὶ μι)ν ὥσπερ κατὰ (καὶ HSS) — σώματος ἐν ταῖς μερῶν ἐνεργείαις διαφέρουσιν ἀλλήλων αἱ γυναῖκες, οὕτως εἰκὸς αὐτὰς καὶ κατὰ τὴν τῆς μήτρας ἐνέργειαν διαφέρειν, τὰς μέν — βράδιον Sext., von Hipp, etwas unklar wiedergegeben 16 οὕτως <εἰκὸς> aus Sext. Miller 18 ὅπου] αὑται αὐταῖς Ρ, ἑαυταῖς Sext. (wohl nach Hipp, zu bessern) 19 f τῶν ἀδυνάτων Sext.: ἀδυνάτως Ρ, ἀδύνατον Miller 20 τὸ πότε συνέσχηται Sext. 21 ἵνα] + καὶ Sext. συστήσωσιν HSS des Sext., verb. Bekker 21 f τὸν τῆς γεν. ὡρ. Sext. 24 ἀλλ’ οὐδὲ Miller: ἄλλοι δὲ Ρ, καὶ μὴν οὐδὲ ἀπὸ τέξεως Sext.)

36
ἐστι τὸ πότε Μήσεται ἀπότεξιν εἶναι· ἆρά γε ὅταν ἄρξηται προκύπτειν εἰς τὸν θυραῖον <ἀέρα τὸ ἀποτικτόμενον> ἢ ὅλον ἐξίσχῃ ἢ ὅταν εἰς τὴν γῆν ἐνεχθῇ; οὐδ᾿ ἐν ἑκάστῳ τούτων δυνατόν ἐστι τὸ ἀκριβὲς τῆς ἀποτέξεως καταλαβέσθαι ἢ χρόνον ὁρίζειν.