Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ τό) διὰ τοῦ Τυρρηνικοῦ δὲ κηροῦ καὶ ῥητίνης φρυκτῆς καὶ πίσσης καὶ ἀσφάλτου <καὶ> μαστίχης καὶ λείας μαρμάρου, ἴσων ἑψομένων, τῶν μὲν ἄλλων ὡν ἔφην ἐστὶ μὲν βέλτιον, τὸ δὲ διὰ τῆς γύψου οὐκ ἔλαττον. οὕτως μὲν οὖν καὶ τὰς σφραγῖδας λύειν ἐπιχει- [*](16 ff ähnliches Recept in Lucians Alexander C. 21; s. K. Fr. Hermann, Gött. Nachr. 1852 S. 108—110, Ga. S. 13 f — 23 Pap. Par. ed. Wessely 2969 ῥητίνῃ ἐκ πέτεος) [*](3 σπένδοντος Gö.: σπεύδοντος Ρ πυρρὰ Ρ 4 Satzabteilng αὐτορύτων Ρ 5 κικίδων Ρ δὲ > Ga. 6 κικίδι Ρ 12 μενεῖ? 13 παρὰ > Gö., περὶ Miller 14 μετ’ αὐτοῖς] μέθοδον αὐτῶν (und Gö., κατ’ αὐτῶν We. 15 περὶ τοῦ διαλύειν σφραγῖδα rot a. Rande 17 ἔστι δὲ Ρ 18 ἶσα Ρ κολληρίων Ρ (ω fast wie ο): κολλυρίου Gö. Ρ τὸν We.: αὐτὸν Ρ (= μονον Ζ. 24 Diels) διειμένου Ρ ὡς Ρ: > Gö., Diels 27 + τὸ Gö. φρυκτῆς Miller: φρικτῆς Ρ, φορυκτῆς ö. 28 + καὶ Miller)

61
ροῦσι τὰ ἔνδον γεγραμμένα μανθάνειν πειρώμενοι. ταύτας δὲ ὤκνουν τὰς μηχανὰς κατατάξαι ἐν τῇ βίβλῳ, ἐνορῶν μήποτέ τις κακοῦργος ἀφορμὰς λαβὼν ἐπχειρήσει·

νῦν δὲ ἡ πολλῶν δυναμένων σωθῆναι νέων φροντὶς ἔπεισε διδάξαι καὶ προειπεῖν φυλακῆς ἕνεκεν ὡς γὰρ χρήσεταί τις αὐταῖς πρὸς κακοῦ μάθησιν, οὕτω τις ἕτερος μαθὼν φυλάξεται. καὶ αὐτοὶ δὲ οἱ τοῦ βίου λυμεῶνες μάγοι αἰσχ·υνθήσονται τῇ τέχνῃ χρώμενοι. μαθόντες δὲ ἀφ᾿ ἡμῶν ταῦτα προ(μηνυθέντα) ἐμποδισθήσονται τυχὸν τῆς ἀπονοίας. ἵνα δὲ μὴ λύηται ταύτῃ ἡ σφραγίς, στέαρ ὕειον καὶ τρίχας τῷ κηρῷ τις μίξας σφραγιζέτω.

Ἀλλ᾿ οὐδὲ τὴν λεκανομαντείαν αὐτῶν οὖσαν πανούργημα σιωπήσομαι. οἴκημα γάρ τι κεκλεισμένον σκευάσαντες καὶ κυάνῳ τὸν ὄροφον χρίσαντες εἰς δὴ τὸ † παρὸν ἐπάγονται σκεύη τινὰ κυάνεα καὶ ἀνατείνουσι, μέση δὲ λεκάνη κατὰ τῆς γῆς ὕδατος μεστὴ τίθεται, ἣ τὴν ἀντανάκλασιν τῆς κυάνου προσπεσοῦσαν δίκην οὐρανοῦ ἐνδείκνυσιν.