Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ δᾳδίων κεχρισμένων αὐτορρύτων κηκίδων τε κενῶν ἔνδον πῦρ ἐχουσῶν καπνὸν [δὲ] ἐκ τοῦ στόματος ἀνίει ἐγχρονίσας καὶ πῦρ κηκῖδι ἐμβαλὼν καὶ τῷ στυπείῳ συμπεριβαλὼν καὶ φυσῶν ἐν τῷ στόματι. τό γε μὴν περικείμενον τῇ λεκάνῃ σινδόνιον, ἐφ’ ὃ τίθησι τοὺς ἄνθρακας, διὰ τὴν ὑποκειμένην ἅλμην οὐκ ἐκαίετο. καὶ αὐτὸ δὲ ἦν ἅλμῃ προβεβρεγμένον, εἶτα κεχρισμένον ᾠοῦ τὸ λευκὸν μεθ’ ὑγρᾶς στυπτηρίας. εἰ δὲ καὶ χυλὸν ἀειζώου τις τούτοις μετ᾿ ὄζους ἐπιμίξειεν καὶ πρὸ πολλοῦ σφόδρα καταχρίσαι χρόνου, βαφὲν τῷ φαρμάκῳ μένει παντελῶς ἄκαυστον.

Ἐπεὶ μὲν οὖν [παρὰ] τῶν παρ’ αὐτοῖς ἀπορρήτων συντόμως τὰς δυνάμεις ἐξεθέμεθα εὔκολόν τε τὴν † μετ᾿ αὐτοῖς κατάγνωσιν ἐδείξαμεν, οὐδὲ τοῦτο σιωπᾶν βουλόμεθα ὄν ἀναγκαῖον, ὡς σφραγῖδας λύοντες ἐσφραγισμένα τὰ γράμματα αὐταῖς ταὶς σφραγῖσιν ἀποδιδόασι· πίσσαν καὶ ῥητίνην καὶ θεῖον, ἔτι δὲ ἄσφαλτον ἴσα τήξαντες κολλυρίων σχήματι πλάσαντες φυλάττουσι· καιρὸς δὲ ὅταν ᾖ λύειν γραμματίδιον, τὴν γλῶσσαν ἐλαίῳ δεύσαντες, εἶτα ἐξ αὐτῆς τὴν σφραγῖδα χρίσαντες, πυρὶ συμμέτρῳ τὸ φάρμακον θερμάναντες ἐπιφέρουσι τῇ σφραγῖδι καὶ μέχρι ἂν παγῇ παντελῶς ἐῶσι, καὶ τούτῳ δίκην σημάντρου χρῶνται.

φασὶ δὲ καὶ [αὐ]τὸν κηρὸν μετὰ πευκίνης ῥητίνης τὸ παραπλήσιον ποιεῖν κοὶ μαστίχης μέρη δύο μετὰ ξηρᾶς ἀσφάλτου μέρους. καὶ θεῖον δὲ μόνον ἐπιεικῶς ποιεῖ καὶ γύψου δὲ ἄνθος μεθ’ ὕδατος διειμένον καὶ κόμμεως [ὡς]· τοῦτο μὲν δὴ καὶ πρὸς τὸ σφραγίσαι μόλιβδον τετηκότα ποιεῖ κάλλιστα.