Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἐπὰν δὲ χλευάζων λήξῃ, φαίνεται κατὰ τοῦ ἐδάφους πυρώδης Ἀσκληπιός. εἶτα θεὶς ἐν μέσῳ λεκάνην πλήρη ὕδατος πάντας καλεῖ τοὺς θεοὺς καὶ παραγίνονται. ἐγκύψας γὰρ ὁ παρὼν ἐν τῇ λεκάνῃ ὄψεται πάντας καὶ τὴν Ἄρτεμιν ἅμα σκύλακας ὑλακτοῦντας ἄγουσαν. οὐκ ὀκνήσομεν δὲ καὶ τούτων τὴν ἱστορίαν ὡς ἐπιχειροῦσι διηγήσασθαι.

τῷ γὰρ λέβητι τῆς πίσσης ὡς ἐμβράσσοντι καθίησι τὰς χεῖρας· ὄζος <δὲ> καὶ νίτρον ἐμβαλὼν καὶ πίσσαν ὑγρὰν ὑποκαίει τὸν τὸ δὲ ὄζος ἅμα τῷ νίτρῳ μιγὲν ἀντιλαμβανόμενον θέρμης μικρᾶς κινεῖ τὴν πίσσαν ὡς μέχρι τῆς ἐπιφανείας κινεῖν πομφόλυγας καὶ φαντασίαν μόνην παρέχειν ζέοντος· φθάνει δὲ καὶ τὰς χεῖρας πολλάκις ἅλμῃ νιψάμενος, δι᾿ ὃ οὐ πάνυ τι καίει, κἂν ἀληθῶς ζέῃ· εἰ δὲ μυρσίνῃ καὶ νίτρῳ καὶ σμύρνῃ μετ’ ὄξους μίξας ἐπιχρίσας ἀπονίψει τὰς χεῖρας ἅλμῃ πλειστάκις, οὐ καίεται· τοὺς δὲ πόδας οὐ καίεται ἰχθυοκόλλᾳ καὶ σαλαμάνδρᾳ χρισάμενος.

τοῦ δὲ τὴν πυραμίδα καίεσθαι δᾳδίου δίκην, οὖσαν λίθον, αὕτη αἰτία· γῆ μέν ἐστι Κρητικὴ τὸ μὲν σχῆμα πεπλασμένη πυραμίς, τὸ δὲ χρῶμα ὡς λίθος γαλακτικός, κατασκευάζεται δὲ τοῦτον τὸν τρόπον· βρέξας ἐλαίῳ πλείονι τὴν βῶλον, θεὶς ἐπ’ ἀνθράκων, ὀπτήσας καὶ πάλιν βρέξας καὶ καύσας δεύτερον καὶ τρίτον [*](8 Apul. Apol. 42: puerum in aqua simulacrum Mercurii contemplantem, Abt S. 245ff) [*](1 πλώοντα Meineke: ἁπλόεντα Ρ, πλώσαντα Roeper κελανόν oder διαύλου Meineke If τε δίαυλον ἅπασιν ἶσον τελέσ᾿ ἀνδράσι θνητοῖσι Ρ, verb. Wilamowitz, Comment. gramm. III 30 Ζ. 3 gibt die Etymologie von Κωκυτοῦ) πᾶσιν ἴσον τελέσαντ᾿ ἄνδρεσσι <κατα> θνήτοισιν Miller 3 ἄκλυτα oder ἄκριτα 4 αὖτις Meineke ἀμειδὴ τίς Ρ, verb. Miller φερσεφονείης (so) Ρ 5 ἴτ’ ἐφέπεις Ρ, σ rot über der Linie Τρίκης Meineke: θρήκης, τ über θ Ρ ἕδος εἰς Ρ 6 ἴτ᾿ ἐπὶ Ρ ἀονίαν Ρ, Ἱαονίην Diels 7 + πρόμος Gö., χορὸς Meineke + Meineke 8f πυρρώδης Ρ 9 πλήρην Ρ 10 περὶ ἀσκληπίου καὶ ἀρτέμιδος rot a. Rande Ρ 11 ἄγουσιν Ρ 13 λέβητι μεστῷ πίσσης ö., vgl. S. 61, 13 πίσσης μεστῷ βράσσοντι? We. ὡσεὶ βράσσοντι Kroll bei Ga. ἐμβράσοντι Ρ 14 + δὲ ö. 16 πομφόλυγγας Ρ 17 ξέοντος 18 μυρσήνη Ρ 19 ἀπονίψειε We. 20 ἰχθυοκο Ρ 21 χρησάμενος Ρ τοῖ, Diels: τὸ Ρ 23 ὡς λίθος zweimal in Ρ)

60
καὶ πολλάκις καίεσθαι δύνασθαι παρασκευάζει, κἂν ὕδατι βραχῇ· ἔχει γὰρ ἐν ἑαυτῷ πολὺ τὸ ἔλαιον· ἀνάπτεται δὲ δι᾿ αὐτοῦ τοῦ μάγου σπένδοντος ἡ πυρὰ τίτανον ὑποκαιομένην ἔχουσα ἀντὶ σποδιᾶς καὶ λιβανωτὸν λεπτὸν καὶ πολύν.

καὶ δᾳδίων κεχρισμένων αὐτορρύτων κηκίδων τε κενῶν ἔνδον πῦρ ἐχουσῶν καπνὸν [δὲ] ἐκ τοῦ στόματος ἀνίει ἐγχρονίσας καὶ πῦρ κηκῖδι ἐμβαλὼν καὶ τῷ στυπείῳ συμπεριβαλὼν καὶ φυσῶν ἐν τῷ στόματι. τό γε μὴν περικείμενον τῇ λεκάνῃ σινδόνιον, ἐφ’ ὃ τίθησι τοὺς ἄνθρακας, διὰ τὴν ὑποκειμένην ἅλμην οὐκ ἐκαίετο. καὶ αὐτὸ δὲ ἦν ἅλμῃ προβεβρεγμένον, εἶτα κεχρισμένον ᾠοῦ τὸ λευκὸν μεθ’ ὑγρᾶς στυπτηρίας. εἰ δὲ καὶ χυλὸν ἀειζώου τις τούτοις μετ᾿ ὄζους ἐπιμίξειεν καὶ πρὸ πολλοῦ σφόδρα καταχρίσαι χρόνου, βαφὲν τῷ φαρμάκῳ μένει παντελῶς ἄκαυστον.