Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ὠιὰ δὲ διάφορα ἐπιδείκνυνται τὸν τρόπον τόνδε· κορυφὴν τρυπήσας ἐξ ἑκατέρων καὶ τὸ λευκὸν ὑπεξαγαγὼν αὖθις βάψας ἔμβαλε τῷ μὲν τῆς σινώπιδος, τῷ δὲ τοῦ γραφικοῦ μέλανος. ἀπόφρασσε δὲ τὰς τρυμαλιὰς ξέσματι τῶν ᾠῶν λείῳ μετ᾿ ὀποῦ συκῆς ἐμπλάσας.

Τοῖς δὲ ἀμνοὺς ἀποτέμνεσθαι τὰς κεφαλὰς ἑαυτῶν ποιοῦσιν οὗτος ὁ τρόπος. κρύβδην καυστικῷ φαρμάκῳ χρίσας τὸν φάρυγγα ἐᾷ παραθεὶς τὸ ξίφος· ὁ δὲ κνήθεσθαι θέλων προσπεσὼν τῇ μαχαίρᾳ θλίβων σφάζεται καὶ μικροῦ δεῖν ἀποτέμνει τὴν κεφαλήν. ἔστι δὲ τὸ φάρμακον βρυωνία καὶ ἀδάρκη καὶ σκίλλα κατ’ ἴσον μεμιγμένα.

ἵνα δὲ λάθῃ φέρων τὸ φάρμακον, φέρει πυξίδα διπλῆν κερατίνην, ἡς τὸ φανερὸν μέρος ἔχει λιβανωτόν, τὸ δὲ ἀφανὲς φάρμακον· ἀλλὰ καὶ τοῖς ὠσὶ τοῦ τεθνηξομένου ἐμβάλλει ὑδράργυρον· ἔστι δὲ θανατηφόρον φάρμακον.

Αἰγῶν δὲ κἂν ἐπιπλάσῃ τις κηρωτῇ τῇ τὰς ἀκοάς, φασὶ θνῄσκειν μετ’ ὀλίγον ἀναπνεῖν κωλυομένας· ὁδὸν γὰρ αὐταῖς ταύτην εἶναι λέγουσι τοῦ δι᾿ ἀναπνοῆς ἑλκομένου πνεύματος. κριὸν δὲ θνῄσκειν [*](f. 14v) φασίν, εἰ κατ᾿ ἄντικρύς τις ἀνακλάσειεν ἥλιον. οἶκον δὲ ποιοῦσι καίεσθαι τῶν θαλαττίων τινὸς ἰχῶρι χριόμενον τοῦ καλουμένυ δακτύλου.