Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Τὸ δὲ τοῖς ὠσὶ παρατεθὲν ὄργανόν ἐστι φυσικὸν ὄργανον, τῶν μακροτραχήλων γεράνων ἢ πελαργῶν ἢ κύκνων ἀρτηρία. ὧν εἰ μηδέτερον παρῇ, ἔστι καὶ ἕτερα τέχνης ὄργανα· αὐλίσκοι γάρ τινες χάλκεοι τὸν ἀριθμὸν δέκα εἰς ἀλλήλους χωροῦντες, εἰς στενὸν ἀπολήγοντες εὐάρμοστοι γίνονται, δι᾿ ὧν πρὸς τὸ οὖς ὅσα θέλει φθέγγεται. καὶ ταῦτα ὁ παῖς κατακούων ἐμφόβως ὡς ὑπὸ δαιμόνων λαλούμενα κελευσθεὶς ἀποφθέγγεται.

εἰ δὲ καὶ σκύτος τις ῥάβδῳ περιθεὶς ὑγρὸν ξηράνας καὶ συναγαγὼν προσαρμόσῃ <καὶ> ἀποσπάσας τὴν ῥάβδον αὐλίσκου δίκην τὸ σκύτος ἐργάσηται, τὸ ὅμοιον ποιεῖ. εἰ δέ τι τούτων μὴ παρῇ, βίβλον λαβὼν ἐπισπασάμενος ἔνδοθεν ὅσον χρῄζει ἐπὶ μῆκος ἐντείνας, τὰ ὅμοια ἐνεργεῖ.

εἰ δὲ προειδείη ὅστις πάρεστι πευσόμενος, ἑτοιμότερος πρὸς πάντα γίνεται. εἰ δὲ καὶ τὴν πεῦσιν προμάθῃ, γράφει τῷ φαρμάκῳ καὶ ὡς ἐμπαράσκευος ἱκανώτερος νομίζεται σαφῶς γράψας τὸ ἐρωτώμενον, εἰ δὲ ἀγνοεῖ, ὑποτοπάζει καὶ ἀμφίβολον καὶ ποικίλην ἀποφαίνεταί τι δεχόμενον μετάφρασιν, ἕνα τὴν μὲν ἀρχὴν ἄσημος οὖσα ἡ χρησμοδοσία εἰς πολλὰ ἔσται, ἐπὶ δὲ τῇ ἐκβάσει τῶν συμβησομένων πρὸς τὸ συμβὰν πρόρρησις νομίζηται.

εἶτα λεκάνην πληρώσας ὑδατος <ὡς> ἄγραφον <τὸν> χάρτην καθίησι συνεμβαλὼν χάλκανθον. οὕτως γὰρ τὴν ἀπόκρισιν φέρων ὁ γραφεὶς χάρτης. τῷ μὲν δὴ παιδίῳ καὶ φαντασίαι φοβεραὶ γίνονται πολλάκις· καὶ γὰρ πληγὰς ἐμβάλλει εὐπόρως ἐκφοβῶν. λίβανον γὰρ εἰς πῦρ ἐμβαλὼν πάλιν ποιεῖ τοῦτον τὸν τρόπον· βῶλον τῶν λεγομένων ὀρυκτῶν ἁλῶν κηρῷ Τυρρηνικῷ περισκεπάσας καὶ αὐτὸν δὲ <τὸν> λιβάνου βῶλον διχοτομήσας τοῦ ἅλατος χόνδρον καὶ πάλιν συγκολλήσας ἐπὶ ἀνθράκων καιομένων τιθεὶς ἐᾷ· τοῦ δὲ συγκαέντος οἱ ἅλες ἀναπηδῶντες φαντασίαν ἀπεργάζονται ὥσπερ ξένου θεάματος γινομένου.

αἱματώδη δὲ φλόγα ποιεῖ τὸ Ἰνδικὸν μέλαν ἐντεθὲν τῷ λιβανωτῷ, καθὼς προείπαμεν. αἱματώδη δὲ ὑγρασίαν ποιεῖ κηρὸν ἀγχούσῃ ἀναμίξας καὶ ὡς ἔφην [*](3 vgl. Lucian, Alexander 26) [*](4 ἢ κύκνων > Diels wegen μηδέτερον 5 παρῇ, ἐστὶ Miller (vgl. Ζ. πάρεστι Ρ 10 + καὶ Miller 13 εἰ δὲ (nicht οὐδὲ) Ρ 14 ὅστις Gö.: ὅτι 16 νομίζεται ö.: ὀνομάζεται Ρ 17 ὑποτοπάζει καὶ Miller: ὑποτοπάζεται Ρ ποικίλην Roeper: ποικίλον Ρ 17 τι δεχόμενον ö.: ἐπιδεχόμενον Ρ 20 ὠς — 21 χάρτην Miller: ἀγράφου χόρτου Ρ 21 ἀναπλεῖ Ρ: ἀνατέλλει Roeper 25 βώλων Ρ 26 δὲ > We. + τὸν Diels, Α. Α. Β. 1913 Nr. 3 S. 24 1 (ὁ βῶλος Ζ. Archelai S. 19, 4. 21, 7 Β.) λιβάνου βῶλον] λιβανωτὸν? Miller 30 τώ λιβάνω τώ Ρ)

57
τῷ λιβανωτῷ <τὸν> κηρὸν ἐνθέμενος. ἄνθρακας δὲ κινεῖσθαι σχιστὴν ὑποθεὶς στυπτηρίαν, ἡς λυομένης καὶ δίκην πομφολύγων διοιδούσης κινοῦνται οἱ ἄνθρακες.

Ὠιὰ δὲ διάφορα ἐπιδείκνυνται τὸν τρόπον τόνδε· κορυφὴν τρυπήσας ἐξ ἑκατέρων καὶ τὸ λευκὸν ὑπεξαγαγὼν αὖθις βάψας ἔμβαλε τῷ μὲν τῆς σινώπιδος, τῷ δὲ τοῦ γραφικοῦ μέλανος. ἀπόφρασσε δὲ τὰς τρυμαλιὰς ξέσματι τῶν ᾠῶν λείῳ μετ᾿ ὀποῦ συκῆς ἐμπλάσας.

Τοῖς δὲ ἀμνοὺς ἀποτέμνεσθαι τὰς κεφαλὰς ἑαυτῶν ποιοῦσιν οὗτος ὁ τρόπος. κρύβδην καυστικῷ φαρμάκῳ χρίσας τὸν φάρυγγα ἐᾷ παραθεὶς τὸ ξίφος· ὁ δὲ κνήθεσθαι θέλων προσπεσὼν τῇ μαχαίρᾳ θλίβων σφάζεται καὶ μικροῦ δεῖν ἀποτέμνει τὴν κεφαλήν. ἔστι δὲ τὸ φάρμακον βρυωνία καὶ ἀδάρκη καὶ σκίλλα κατ’ ἴσον μεμιγμένα.

ἵνα δὲ λάθῃ φέρων τὸ φάρμακον, φέρει πυξίδα διπλῆν κερατίνην, ἡς τὸ φανερὸν μέρος ἔχει λιβανωτόν, τὸ δὲ ἀφανὲς φάρμακον· ἀλλὰ καὶ τοῖς ὠσὶ τοῦ τεθνηξομένου ἐμβάλλει ὑδράργυρον· ἔστι δὲ θανατηφόρον φάρμακον.

Αἰγῶν δὲ κἂν ἐπιπλάσῃ τις κηρωτῇ τῇ τὰς ἀκοάς, φασὶ θνῄσκειν μετ’ ὀλίγον ἀναπνεῖν κωλυομένας· ὁδὸν γὰρ αὐταῖς ταύτην εἶναι λέγουσι τοῦ δι᾿ ἀναπνοῆς ἑλκομένου πνεύματος. κριὸν δὲ θνῄσκειν [*](f. 14v) φασίν, εἰ κατ᾿ ἄντικρύς τις ἀνακλάσειεν ἥλιον. οἶκον δὲ ποιοῦσι καίεσθαι τῶν θαλαττίων τινὸς ἰχῶρι χριόμενον τοῦ καλουμένυ δακτύλου.

καὶ τὸ διὰ τῆς ἅλμης δὲ πάνυ χρήσιμον. ἔστι δὲ ἀφρὸς [*](18 f Arist., Hist. anirn. I 11 ρ. 492 a 14 Ἀλκμαίων γὰρ οὐκ ἀληθῆ λέγει φάμενος ἀναπνεῖν τὰς αἶγας κατὰ τὰ ὦτα vgl. Varro De re rustica IT 3, 5 (= Plin. N. h. VIU 202). Mif Unreclit nimmt Ga. S. 23 Benutzung des Pseudo-Oppian Kyneg. II 338ff (s. M. Miller, Festgruß an die 41. Versammlung deutscher u. änner, von dem Lehrerkollegium des Luitpold-Gymnasiums, München 1891 S. 46f) an — 22 über C. 31, 2 s. Diels, A. A. B. 1913 Nr. 3 S. 21ff) [*](1 τὸν κηρὸν Miller: κηρῶ Ρ 4 am Rande rot περὶ ἀνθράκων περὶ σημείων μαγικῶν, περὶ ὠῶν Ρ ἐπιδείνυνται Millev: ἐπιδεικνύντες Ρ, doch s. über das Part. Reitzenstein, Poimandres S. 104 und Ga. S. 41 5 ἑκατέρας? Gö. 6 — τῷ Cruize: τὸ—τὸ Ρ τῆς Miller: τοῦ Ρ τοῦ γραφικοῦ Miller: τῆς γραφικῆς Ρ 7 λειῶν Ρ 8 am Rande περὶ σφαγῆς ἀμνῶν Ρ τοῖς δὲ ἀμνοὺς Miller: τῶν δὲ ἀμνῶν Ρ 10 παραθεὶς ö.: παραδοθεὶς Ρ, παρατιθεὶς? Miller ὁ δὲ] οὐδὲ Ρ κνίθεσθαι Ρ 11 ἀποτέμνειν (so) Ρ, ἀποτέμνεται? 12 καθ’ ἴσον Ρ 13 ἧς] εἰς Ρ 14 λιβανωτοῦ Ρ <τὸ> φάρμακον 15 ὑδάργυρον Ρ 17 am Rande θάνατος αἰγός 17 ἐπιπλάσῃ ö.: ἐπιπάση Ρ 19 a. R. θάνατος κριοῦ Ρ 20 ἥλιον Roeper: Μου Ρ 21 χρειόμενον Ρ)

58
θαλάσσης ἐν ὀστρακίνῳ στάμνῳ μετὰ γλυκέος ἡψημένος, ᾧ ζέσαντι λύχνον ἐὰν προσάγῃς καιόμενον, ἁρπάσαν τὸ πῦρ ἐξάπτεται, καὶ καταχυθὲν τῆς κεφαλῆς οὐ καίει τὸ σύνολον. εἰ δὲ καὶ μάννην ἐπιπάσσεις ζέοντι, πολλῷ μᾶλλον ἐξάπτεται. βέλτιον δὲ δρᾷ, εἰ καὶ Μου τι προσλάβοι.

Βροντὴ γίνεται τρόποις πλείοσι· λίθοι τε γὰρ πλείονες καὶ μείζονες κατὰ κρημνῶν φερόμενοι διὰ σανίδων ἐπικαταπίπτυσι χαλκοῖς ἐλάσμασι καὶ βροντῇ παραπλήσιον τελοῦσι ψόφον. καὶ σανίδα δὲ λεπτήν, ᾗπερ οἱ γναφεῖς τὴν ἐσθῆτα πιέζουσι, σχοινίῳ λεπτῷ περιειλήσαντες, εἶτα ῥοίζῳ τὴν σχοῖνον ἐπισπώμενοι ῥομβοῦσι τὴν σανίδα, ἡ δὲ δονουμένη ἦχον βροντῆς ἀπεργάζεται.

ταῦτα μὲν οὕτως παίζεται. ἕτερα δὲ ἃ καὶ [οἱ] αὐτὰ οἱ παιζόμενοι ὡς μεγάλα Μήσομαι. πίσσης λέβητα μεστὸν ἐπ’ ἀνθράκων καιομένων τιθέντες, ἐπὰν βράσῃ, καθιέντες τὰς χεῖρας οὐ καίονται· ἀλλὰ καὶ ἐπὶ ἀνθράκων πυρὸς περιπατοῦντες γυμνοῖς ποσὶν οὐ καίονται· ἀλλὰ καὶ πυραμίδα λιθίνην θεὶς ἐπὶ πυρὰν καίεσθαι ποιεῖ· ἔκ τε τοῦ στόματος πολὺν καπνὸν προφέρει καὶ πυρώδη· εἶτα καὶ σινδόνα ἐπιθεὶς ἐπὶ λεκάνῃ ὕδατος, πολλοὺς ἐπιμβαλὼν ἄνθρακας καιομένους ἄκαυστον φυλάττει τὴν σινδόνα.

σκότος δὲ ἐν οἴκῳ ποιήσας ἐπεισάγειν φάσκει θεοὺς ἢ δαίμονας, καὶ εἴ πῃ ἄπαιτῇς Ἀσκληπιὸν δεικνύναι, ἐπικαλεῖται οὕτως λέγων· [*](f. 15r)

  • Ζῆνα πάλαι φθίμενον | πάϊν ἄμβροτον Ἀπόλλωνος
  • κικλήσκω λοιβαῖσι μολεῖν ἐπίκουρον ἐμαῖσιν·
  • ὅς ποτε καὶ νεκύων ἀμενηνῶν μυρία φῦλα
  • Ταρτάρου εὐρώεντος ἐικλαύστοισι μελάθροις
  • [*](22 ff das Gedicht u. a. behandelt von Ga. S. 54 tf, der einen Apparat mit allen modernen Conjecturen gibt; Ζ. 22 denkt er an Gleichsetzung des Asklepios mit Zeus) [*](1 γλυκέος Diels: γλυκέων Ρ 3 μάννην Diels: μαννῆ Ρ 4 ξέοντι Ρ 5 τι προσλάβοι Meineke, Ζ. für Altertumswise. Χ 375: τινὸς λάβοι Ρ, τι Cruize, viell. richtig 6 am Rande περὶ βροντῆς Ρ 8 ἐλάσμασι Miller: θλάσμασι Ρ ἀποτελοῦσι üler 11 δινουμένη ö. 12 αὐτὰ οἱ Roeper: οἱ αὐτὰ οἱ Ρ, αὐτοὶ οἱ Miller 14 ἀλλὰ — 15 καίονται rot am Rande Ρ 15 ἄλλος Miller 16 πυρρὰν Ρ 18 πολλοὺς zweimal Ρ 20 εἴ πῃ ö.: εἰπεῖν Ρ ἀπαίτης Ρ: ἀπαιτεῖ τις ö. 22 ζῆνα Ρ: ζῆν τὸ? Diels, υἷα Miller πάϊν Ρ: πάλιν falsch als Text Ρ Miller ἄμβροτον Miller: μ’ ἄβροτον Ρ Ἀπόλλωνος rot eingefügt Ρ 23 κικλήσκω λοιβαῖσι μολεῖν Roeper: κικλήσκοιο βαισιμολεῖν 24 φύλλα Ρ 25 εὐρόεντος Ρ, ἠερόεντος? Ga. ἀειλαύτοισι (oder ἐνὶ κλαυτοῖσι) Meineke, Ζ. für Altertumswiss. Χ 375 ἀεικλαύστοισι Roeper): ἀεικαύστοισι)
    59
  • δύσνοστον πλώοντα ῥόον κέλαδόν τε ἀδιαύλου
  • <Κωκυτοῦ> πάντεσσιν ἴσον τέλος ἀνδράσι
  • λίμνῃ πὰρ γοόωντα καὶ ἄλλιτα κωκύοντα
  • αὐτὸς ἀμειδήτοιο ἐρύσαο Φερσεφονείης·
  • εἴτ᾿ ἐφέπεις Τρίκης ἱερῆς ἕδος, εἴτ᾿ ἐρατεινὴν
  • Πέργαμον, εἴτ᾿ ἐπὶ τοῖσιν Ἰαονίαν Ἐπίδαυρον,
  • δεῦρο, μάκαρ, καλέει σε μάγων <πρόμος> ὡδε