Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ γάλακτι δὲ εἰ γράψειέ τις, εἶτα χάρτην καύσας καὶ λειώσας ἐπιπάσας τρίψει<εν> ἐπὶ τοῖς τῷ γάλακτι γεγραμμένοις γράμ- μασιν, ἔσται π·ρόδηλα. καὶ οὖρος δὲ καὶ γάρον καὶ τιθυμάλου ὀπὸς καὶ συκῆς ποιεῖ τὸ ὅμοιον. ἐπειδὴ <δὲ> ἔμαθε τὴν ἐρώτησιν οὕτως, τίνα χρὴ τρόπον ἀποκρίνεσθαι προὐνόησε.

καὶ λοιπὸν εἴσω παρελθεῖν Μιν κελεύει τοὺς παρόντας δάφνας ἔχοντας καὶ σείοντας καὶ κεκραγότας γότας καὶ τὸν Φρῆν ἐπικαλοῦντας δαίμονα· καὶ γὰρ ἐπιγελᾶν τούτοις πρέπει καὶ τοῦτο αἰτεῖν παρὰ δαιμόνων ἀξιοῦσιν, ὃ δι’ αὑτῶν παρέ- χειν οὐ θέλουσιν ἀπολέσαντες τὰς φρένας. τὸ δὲ ἄκοσμον τῆς βοῆς καὶ ὁ ψόφος οἷς ἐν ἀπορρήτῳ πεποιηκέναι ἐνόμιζε παρακολουθεῖν ἐκώλυε. τίνα δὲ ταῦτά ἐστι, καιρὸς λοιπὸν λέγειν.