Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἐν Αἰγοκέρῳ τύπος· σώματι ὑποπύρρῳ, τριχὶ ὑποπολιᾷ προαλεῖ, στόματι στρογγύλῳ, ὀφθαλμοῖς ὡς ἀετοῦ, ὀφρύσι συντεθειμέναις, μετώπῳ ἠνοιγμένῳ, ὑποφάλακροι, τὰ ὑποκάτω μέρη τοῦ [*](2 καλλίονες <οἰκονόμοι> ? We. (Vettius Valens S. 10, 14 ἀγαθοὶ οἰκονόμοι, ebenfalls unter Παρθένος) ἀλλοτρίοις Miller 6 μελαίναις ö. 6 στόματι — 7 νοοῦντες a. R. von 1. Hand Ρ 7 ἀλλήλων? We 8 ψεῦσται Ζ. 10 wiederholt 9 νοήσει] πονῆσαι Miller, νοῆσαι oder νωθρεῦσαι örster 10 τούτοις — 11 μέρος > Miller οὐκ ἐμποιεῖ = οὐδὲν διαφέρει scheint sich aus dem Gebrauch der LXX zu ergeben) 11 μέρος] κέρδος Diels καταγέλαστοι Ρ 12 ὠτακουσταί? Miller 13 ἁλυκῷ] λευκῷ örster, ἀλύπῳ? Diels 14f vgl. Par. ὀξύρινες 16 καθελκυσμένοις Ρ (vgl. S. 50, 20), ABBREV im Text und a. R., aber die Note fehlt 18 μοιχείαις örster, doch s. Vettius S. 117, 10 ἔνοχοι μοιχείας 20 vgl. Paris, τῷ μὲν σώματί εἰσι τετράγωνοι 21 τριχὶ συντεθειμένῃ Miller, vgl. S. 51, 23 25 ὕπουλοι We. 26f ὑπὸ πολιᾶ προάλεις Ρ 26 ὑποπολιῷ Gö. 28 ὑπὸ κάτω P)

53
σώματος ἰσχυρότερα.

οἱ αὐτοὶ φύσεως· φιλόσοφοι, καταφρονηταὶ καὶ τὸ παρὸν καταγελασταί, ὀργίλοι, συγχωρηταί, καλοί, ἀγαθοποιοί, πράγματος μουσικοῦ φιληταί , ἐν οἴνῳ ὀργίλοι, γελοῖοι, συνήθεις, λάλοι, παιδερασταί, ἱλαροί, προσφιλεῖς, φιληταί, ἐρεθίζοντες, εἰς κοινωνίαν εὔχρηστοι.

Ἐν Υδροχόῳ τύπος· μεγέθει τετράγωνος, στόματι ὀλίγῳ, ὀφθαλμοῖς ὀξέσι λεπτοῖς γοργοῖς, ἐπιτάκτης, ἀχάριστος, ὀξύς, εὐχερῶς εὑρίσκων, πρὸς φιλίαν εὔχρηστος καὶ πρὸς κοινωνίαν. ἔτι ἐξ ὐγρῶν πραγμάτων πορίζουσι τοὺς πορισμοὺς * * ἀπόλλουσιν.

οἱ αὐτοὶ φύσεως· σιγηροί, αἰσχυντηροί, συνήθεις, μοιχοί, σκνιφοί, πράγμασι † ποιούμενοι, θορυβιασταί, καθάριοι, εὐφυεῖς, καλοί, ὀφρύσι μεγάλαις· πολλάκις ἐν λεπτοῖς πράγμασι γεννῶνται καὶ † δίφρων πραγματείαν γυμνάζουσι. τινὶ ἂν καλῶς ποιήσωσιν, οὐδεὶς αὐτοῖς χάριτας ἀποδιδοῖ.

Ἐν Ἰχθύσι τύπος· μήκει μέσῳ, ὡς ἰχθύες μετώπῳ ὀξεῖ, τριχὶ δασείᾳ· πολλάκις πολιοὶ ταχέως γίνονται.

οἱ αὐτοὶ φύσεως· ψυχῇ μεγάλῃ, ἀπλοῖ, ὀργίλοι, φειδωλοί, λάλοι, πρώτῃ ἡλικίᾳ ἔσονται ὑπνωτικοί, δι΄ ἑαυτῶν πραγματείαν πρᾶξαι θέλουσιν, ἔνδοξοι, τολμηροί. ζηλωτικοί, κατήγοροι, τόπον ἀλλάσσοντες, φιληταί, ὀρχησταί, εἰς φιλίαν ὠφέλιμοι.

Ἐπεὶ καὶ τούτων τὴν θαυμαστὴν σοφίαν ἐξεθέμεθα τήν τε πολυμέριμνον αὐτῶν δι΄ ἀπονοίας μαντικὴν οὐκ ἀπεκρύψαμεν, οὐδὲ ἐν οἷς σφαλλόμενοι ματαιάζουσι σιωπήσομεν. ἄστρων γὰρ ὀνόμασιν εἴδη καὶ φύσεις ἀνθρώπων παραβάλλοντες πῶς ἠσθένησαν.

τὰ μὲν [*](23-S. 54, 2 Sext. Adv. astrol. 97 εἰκὸς γὰρ τοὺς παλαιοὺς τὰ τοιαῦτα τῶν ὀνομάτων τίθεσθαι κατὰ ψιλὴν τὴν τοῦ χαρακτῆρος ἐμφέρειαν, τάχα δὲ οὐδὲ κατ’ αὐτήν, ἀλλ᾿ εὐσήμου χάριν διδασκαλίας, vgl. Hipp. S. 39, 9 ff) [*](1 ἰσχυρότεροι Miller 6 στόματι ö.: σώματι Ρ 7f vgl. Par. τὴν καθ’ ἡμέραν ζωὴν εὔκοπον εὑρίσκουσι, ähnlich unter Αἰγοκέρως 8 ὑγρῶν] ἀπόρων falsch Scott, ebenso ἐκ τυχηρῶν Cruize 9 mindestens = καὶ (Miller), vgl. Paris. ὅσον ἂν ἐπικτήσονται, ταῦτα ἀποβαλοῦνται Vettius Valens S. 10, 23. 24 Kroll 10 αἰσχυντηλοί? Miller, doch vgl. Paris, ὀφθαλμοὺς ἔχοντες αἰσχυντηροὺς und Par. unter Παρθένος 10 f πραγματικοί, εὐμενεῖς, οὐ βιασταί Scott 11 πτοούμενοι? We. πολιούμενοι θορυβασταί Miller μεγάλοις Ρ 12 πολ- λάκις — 13 ἀποδιδοῖ > Miller 12 γίνονται Scott διάφορον Scott, διφρόνων? We. 13 τινὶ] ὅντιν’ örster, ᾧ τινι Cruize 16 #x003E; πρώτῃ ö. 18 κακηγοροι örster 21 ἀπονοίας Diels: ἐπινοίας Ρ vgl. S. 61, 8. 49, 11, ἐπιπνοίας Roeper 22 σιωπήσομεν ὀ̓. (vgl. S. 49, 12): σιωπήσομαι Ρ 23 παραβαλλόντες Ρ: παραβαλόντες Miller πῶς] πεῖσαι Diels etwa πάντως παντελῶς) ἐμάνησαν? We.)

54
γὰρ ἄστρα ἴσμεν τοὺς ἀέ ἀρχῆς νομίσαντας † ἰδεῖν κατανοεῖν ὀνόμασι κακληκέναι πρὸς τὸ εὔσημα καὶ εὐεπίγνωστα τυγχάνειν. τίς γὰρ τούτων ὁμοιότης πρὸς τὴν τῶν ζῳδίων εἰκόνα ἢ τίς ὁμοία φύσις πράξεώς τε καὶ ἐνεγρείας, ἴνα τις τὸν ἐν Λέοντι φάσκῃ θυμικόν, τὸν δὲ ἐν Παρθένῳ μέτριον ἢ ἐν Καρκίνῳ κακόν, τοὺς δὲ ἐν * * *

. . . . . . . . . . . λαβὼν καὶ γράψαι τὸν πυνθανόμενον ἀξιοῖ <ὅ> τι ἂν πυθέσθαι τῶν δαιμόνων θέλῃ . . . . . . . . . . . μόνον. εἶτα συμψήσας τὸν χάρτην τῷ παιδὶ δοὺς ἀποπέμπει καυθησόμενον ἴν’ οἴχ(ηται φέρ)ων ὁ καπνὸς τοῖς δαίμοσι τὰ γράμματα. τοῦ δὲ τὸ κελευσθὲν πράξαντος πρῶτα μὲν ἀφαιρεῖ τοῦ χάρτου μοίρας ἴσας·

πλείονας δέ τινας σκήπτεται ἐγγράφειν Ἑβραϊκοῖς γράμμασι δαίμονας † εἰς τὰ μάγων Αἰγυπτίων καὶ θύσας τὸ καλούμενον κῦφι θυμίαμα ταῦτα μὲν ἐπαιωρήσας κατὰ τοῦ θυμιάματος φέρει· ὃ δ᾿ ἔτυχε γράψας ὁ πυνθανόμενος θεὶς κατὰ τῶν ἀνράκων ἔκαυ(σεν).

εἲτα θεοφορεῖσθαι δοκῶν, εἰσπεσὼν τῷ μυχῷ μέγα καὶ ἀπηχὲς κέκραγε καὶ πᾶσιν ἀσύνετον· . . . . . π)ολὺ δὲ πάντας τοὺς παρόντας. καὶ τὸν Φρῆν ἤ τινα ἕτερον ἐπικαλοῦντες δαίμονα ἐπειδὰν εἰσελθόντες παραστῶσιν οἱ παρόντες, ἐπὶ #x003E; [*](6-8. 64, 10 ärt von Ga(nschinietz), TU XXXIX 2 — 8 über die Assistenz des Knaben e. Apul. Apol. 42ff. 27; Orig. De principiis III 3, 3 S. 259, 16 K.; Abt, Religionsgesch. Versuche IV 2 S. 234ff — 11 Lucian, Alex. 13 φωνάς τινας ἀσήμους φθεγγόμενος, οἷαι γένοιντο ἂν Μαίων, vgl. Siebourg, Bonner Jabrb. Heft 118 S. 169; Ga. S. 33 — 16 über Φρῆ = Rê s. Ga. S. 36f) [*](1 νομ. ἰδέαν κατανοεῖν Roeper, ὀνομάσαντας ἰδίαν κατ’ ἔννοιαν ö. 5 über die ücke s. Vorrede 6-S. 55, 3 προσ auf Fol. 13r Rand. Vor λαβὼν 11 Lettern unleserlich, 3. 4. wohl ει; #x003E; λαβὼν Cruize, φάρμακον λαβὼν Ga. φ. = Tinte) 6 ὅ τι We.: τί Ρ 7 11 Lettera unleserlich, 8. 9. 10. βου?] ὕδατι Roeper, καὶ ἐξαλείψασθαι Ga., Sinn σημαίνοντα? We. (d. h. die Tinte wird erst äter sichtbar) συμπτύξας ö. 8 7 Lettern unleserlich, änzt von Roeper und Scott 9 πράξαντος Ρ: πράξοντος Roeper 10 του? We. 11 εἰς τὰ Ρ: εἶτα Miller, κατ’ ἔθος? We. 12 καὶ (nicht ἢ) Ρ ταύτας Ga. 14 ὁ παῖς εἶτα Roeper 15 5 unleserliche Lettern] οὐκ ἐπὶ) πολὺ δὲ dann neuer Satz Kroll bei Ga., (. . . . κ)ελεύει δὲ Roeper, ἐπικα)λοῦν δὲ We. 15f ἀσύνετον· παρελθεῖν δὲ πάντας τοὺς παρόντας κελεύει #x003E; Cruize, der den Randtext als Doublette von S. 55, 13 ff ansehen öchte 16 Nach παρόντας drei Randzeilen von etwa je 12 Lettern frei. Vielleicht waren sie gar nicht beschrieben; denn das Papier hat hier die ursprüngliche Stärke und Glätte. Anders Ga. S. Φρῆ We.) ἤ τινα ἕτερον Miller Addenda (vgl. S. 55, 15): φρητῖνα ἢ ἕτερον Ρ 17 γῆς We.: γη. oder στη. Ρ, στοιβῆς Cruize, κλίνην Roeper)

55
βαλὼν τὸν παῖδα πολλὰ ἐπιλέγει αὐτῷ, τοῦτο μὲν Ἑλλάδι φωνῇ, τοῦτο δὲ ὡς Ἑβραί·δι, τὰς συνήθεις τοῖς μάγοις ἐπαοιδάς.

Ὁ δὲ ἐνάρχεται προσπευσόμενος. καὶ ἔνδον φιάλῃ ὑδατος πλήρει ἐμβαλὼν χάλκανθος καὶ τήξας τὸ φάρμακον τὸ δῆθεν ἐξαλειφθὲν χαρτίον δι᾿ αὐτοῦ καταρράνας τὰ φωλεύοντα καὶ κεκρυμμένα γράμματα πάλιν εἰς φῶς ἐλθεῖν ἀναγκάζει, δι᾿ ὡν μανθάνει ἅπερ ὁ πυ- θόμενος ἔγραψε. καὶ διὰ τοῦ χαλκάνθου δέ τις εἰ γράψειε καὶ τῆς κηκῖδος ὑποθυμιάσειε λελειωμένης, φανερὰ γένοιτ’ ἂν τὰ κεκρυμμένα γράμματα.

καὶ γάλακτι δὲ εἰ γράψειέ τις, εἶτα χάρτην καύσας καὶ λειώσας ἐπιπάσας τρίψει<εν> ἐπὶ τοῖς τῷ γάλακτι γεγραμμένοις γράμ- μασιν, ἔσται π·ρόδηλα. καὶ οὖρος δὲ καὶ γάρον καὶ τιθυμάλου ὀπὸς καὶ συκῆς ποιεῖ τὸ ὅμοιον. ἐπειδὴ <δὲ> ἔμαθε τὴν ἐρώτησιν οὕτως, τίνα χρὴ τρόπον ἀποκρίνεσθαι προὐνόησε.

καὶ λοιπὸν εἴσω παρελθεῖν Μιν κελεύει τοὺς παρόντας δάφνας ἔχοντας καὶ σείοντας καὶ κεκραγότας γότας καὶ τὸν Φρῆν ἐπικαλοῦντας δαίμονα· καὶ γὰρ ἐπιγελᾶν τούτοις πρέπει καὶ τοῦτο αἰτεῖν παρὰ δαιμόνων ἀξιοῦσιν, ὃ δι’ αὑτῶν παρέ- χειν οὐ θέλουσιν ἀπολέσαντες τὰς φρένας. τὸ δὲ ἄκοσμον τῆς βοῆς καὶ ὁ ψόφος οἷς ἐν ἀπορρήτῳ πεποιηκέναι ἐνόμιζε παρακολουθεῖν ἐκώλυε. τίνα δὲ ταῦτά ἐστι, καιρὸς λοιπὸν λέγειν.

πολὺ μὲν οὖν τυγχάνει τὸ σκότος· λέγει γὰρ ἀδύνατον τὰ θεῖα ὁρᾶν θνητὴν φύσιν, ἱκανὸν γὰρ τὸ ὁμιλεῖν. κατακλίνας δὲ τὸν παῖδα πρηνῆ καὶ δύο τῶν γραμματιδίων ἐκείνων, ἅπερ ἦν ἐγγεγραμμένα Ἑβραϊκοῖς δῆθεν γράμμασιν ὡς δαιμόνων ὀνόματα, πλευρᾷ παραθεὶς ἑκατέρα τὰ λοιπὰ τοῖς ὠσὶν ἐνθήσειν λέγει.

ἔστι δὲ τοῦτο αὐτὸ ἀναγκαῖον, ἵνα τι παραθῇ τοῖς ὠσὶ τοῦ παιδὸς ὄργανον, δι᾿ οὗ πάν ἔστι σημᾶναι θέλοντα· ἠχεῖ οὖν τὸ πρῶτον ἴνα φοβηθῇ ὁ παῖς, καὶ δεύτερόν τι βομβεῖ, ἔπειτα τὸ τρίτον λαλεῖ διὰ τοῦ ὀργάνου, ἃ λέγειν τὸν παῖδα βούλεται, καὶ τὴν [*](2 Ἑβραΐδι] S. zu 8. 54, 11) [*](3 hier beginnt die Erklärung, s. Ga. S. 38 ἐνάρχαται (so) P: ἀνέρχε- ται Miller, ἀπέρχεται Roeper προσπεισόμενος Cruize φιάλη — πλήρης Miller (πλὴ Ρ) 5 καταράνας Ρ 6f ὁ πυθόμενος Miller: ὑποθέμενος Ρ 7 τις εἰ Miller: τισι Ρ 9 χάρτιν Ρ 10 τρίψειεν Miller: τρίψει Ρ τῷ] τῶν Ρ 11 οῦρον? Miller 12 + δὲ Gö. 15 ἐπικαλοῦντες Ρ, ἐπικαλεῖν Gö. 16 ἀξιοῦσιν We.: ἄξιον Ρ (Wortspiel Φρῆς und φρήν) αὐτῶν Ρ 17 ἀπωλέσαντες Ρ 18 ἐν ἀπορρήτως Ρ ἐνομίζετο Miller, νομίζεται Gö. 19 ἐκώ- λυσε Gö. 22 ἐγκεγραμμένα Ρ 23 ἑκάτερα Ρ 25 f <ὅσα> oder <ἃ> θέλει· (vgl. S. 64, 7 f. 61, 17f) • κατηχεῖ τε πρῶτον Miller ἠχεῖ δὲ (οὖν We.) τὸ Gö.: ἠχοῦντα Ρ 26 τι βομβῆ Ρ, ἐπιβομβεῖ Miller)

56
ἔκβασιν τοῦ πράγματος ὡς δοκεῖ. εἶτα τοὺς μὲν παρόντας ἡσυχάζειν ποιεῖ, τὸν δὲ ἃ παρὰ τῶν δαιμόνων ἤκουσε σημαίνειν ἀξιοῖ.

Τὸ δὲ τοῖς ὠσὶ παρατεθὲν ὄργανόν ἐστι φυσικὸν ὄργανον, τῶν μακροτραχήλων γεράνων ἢ πελαργῶν ἢ κύκνων ἀρτηρία. ὧν εἰ μηδέτερον παρῇ, ἔστι καὶ ἕτερα τέχνης ὄργανα· αὐλίσκοι γάρ τινες χάλκεοι τὸν ἀριθμὸν δέκα εἰς ἀλλήλους χωροῦντες, εἰς στενὸν ἀπολήγοντες εὐάρμοστοι γίνονται, δι᾿ ὧν πρὸς τὸ οὖς ὅσα θέλει φθέγγεται. καὶ ταῦτα ὁ παῖς κατακούων ἐμφόβως ὡς ὑπὸ δαιμόνων λαλούμενα κελευσθεὶς ἀποφθέγγεται.

εἰ δὲ καὶ σκύτος τις ῥάβδῳ περιθεὶς ὑγρὸν ξηράνας καὶ συναγαγὼν προσαρμόσῃ <καὶ> ἀποσπάσας τὴν ῥάβδον αὐλίσκου δίκην τὸ σκύτος ἐργάσηται, τὸ ὅμοιον ποιεῖ. εἰ δέ τι τούτων μὴ παρῇ, βίβλον λαβὼν ἐπισπασάμενος ἔνδοθεν ὅσον χρῄζει ἐπὶ μῆκος ἐντείνας, τὰ ὅμοια ἐνεργεῖ.

εἰ δὲ προειδείη ὅστις πάρεστι πευσόμενος, ἑτοιμότερος πρὸς πάντα γίνεται. εἰ δὲ καὶ τὴν πεῦσιν προμάθῃ, γράφει τῷ φαρμάκῳ καὶ ὡς ἐμπαράσκευος ἱκανώτερος νομίζεται σαφῶς γράψας τὸ ἐρωτώμενον, εἰ δὲ ἀγνοεῖ, ὑποτοπάζει καὶ ἀμφίβολον καὶ ποικίλην ἀποφαίνεταί τι δεχόμενον μετάφρασιν, ἕνα τὴν μὲν ἀρχὴν ἄσημος οὖσα ἡ χρησμοδοσία εἰς πολλὰ ἔσται, ἐπὶ δὲ τῇ ἐκβάσει τῶν συμβησομένων πρὸς τὸ συμβὰν πρόρρησις νομίζηται.

εἶτα λεκάνην πληρώσας ὑδατος <ὡς> ἄγραφον <τὸν> χάρτην καθίησι συνεμβαλὼν χάλκανθον. οὕτως γὰρ τὴν ἀπόκρισιν φέρων ὁ γραφεὶς χάρτης. τῷ μὲν δὴ παιδίῳ καὶ φαντασίαι φοβεραὶ γίνονται πολλάκις· καὶ γὰρ πληγὰς ἐμβάλλει εὐπόρως ἐκφοβῶν. λίβανον γὰρ εἰς πῦρ ἐμβαλὼν πάλιν ποιεῖ τοῦτον τὸν τρόπον· βῶλον τῶν λεγομένων ὀρυκτῶν ἁλῶν κηρῷ Τυρρηνικῷ περισκεπάσας καὶ αὐτὸν δὲ <τὸν> λιβάνου βῶλον διχοτομήσας τοῦ ἅλατος χόνδρον καὶ πάλιν συγκολλήσας ἐπὶ ἀνθράκων καιομένων τιθεὶς ἐᾷ· τοῦ δὲ συγκαέντος οἱ ἅλες ἀναπηδῶντες φαντασίαν ἀπεργάζονται ὥσπερ ξένου θεάματος γινομένου.