Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Οἶμαι δὲ ἐκδήλως ἐκτεθεῖσθαι καὶ τὴν τῶν ἀριθμητικῶν ἐπίνοιαν δι’ ἀριθμῶν καὶ ὀνομάτων τὸ ζῆν διακρίνειν νομιζόντων. τούτους δὲ κατανοῶ σχολὴν ἄγοντας καὶ ψήφῳ γεγυμνασμένους τεθεληκέναι [*](11 Terentianus Maurus De litteris 267 ff (S. 333 Keil): quandoque subibunt dubiae pericla pugnae maior numerus qua steterit, favere palmam, praesagia leti minima patere summa, sie Patroclon <olim> Hectorea manu sie Hectora traduat cecidisse mox Achilli) [*](1 + Πάρις Miller τὸν] τὸ Ρ 8 δασ Ρ ݲ Diels (verlesen in ݲ s. zu S. 45, 301: ὀκτὼ Ρ 13 τρεῖς kein Irrtum, wie Miller meint. Die Summe von Asteropaios ist 30, denn es wird nur je ein α und ο ählt 16 φωνήσεσι Ρ 19 + δὲ Miller 22 μονάδας Miller 23 δασ Ρ)

49
διὰ τῆς παραδοθείσης αὐτοῖς ἐκ παίδων τέχνης θέλειν) εὐδοκιμοῦντας μάντεις προσαγορεύεσθαι.

οἳ ἄνω κάτω τὰ στοιχεῖα καταμετροῦντες εἰς λῆρον ἐχώρησαν· ἐπὰν γὰρ ἀποτύχωσι, τὸ ἄπορον προβάλλοντες λέγουσι, μήτι τοῦτο ὄνομα γενικὸν οὐκ οὐκ ἐγένετο ἀλλὰ ἐπίθετον· ὡς καὶ ἐπὶ τοῦ Ὀδυσσέως κοὶ Αἴαντος ἐκπεσόντες κέν ἐλάλουν. τίς ἐκ ταύτης τῆς θαυμαστῆς φιλοσοφίας ἀφορμὰς λαβὼν καὶ θελήσας αἱρεσιάρχης καλεῖσθαι οὐ δοξασθήσεται;

ἀλλ᾿ ἐπεὶ καὶ ἑτέρα τις τέχνη βαθυτέρα ἐστὶ παρὰ τοῖς πανσόφοις Ἑλλήνων μεριμνηταῖς, οἷς εὔχονται μαθητεύειν οἱ αἱρετικοὶ διὰ τὸ ταῖς αὐτῶν δόξαις χρῆσθαι πρὸς τὰ ὑπ’ αὐτῶν ἐπιχειρούμενα, καθὼς ὑποδειχθήσεται μετ᾿ οὐ πολύ — αὕτη δέ ἐστι μετωποσκοπικὴ μαντεία, μᾶλλον δὲ μανία —, οὐδὲ ταύτην σιωπήσομεν·

εἰσὶν οἳ τοῖς ἄστροις ἀναφέρουσι τὰς μορφὰς τύπων τε ἰδέας καὶ τὰς φύσεις τῶν ἀνθρώπων ἐπὶ τὰς† κατὰ ἀστέρων γενέσεις ἀναλογιζόμενοι. οὕτω λέγουσι οἱ <ἐν> Κριῷ γεννώμενοι τοῖοι κεφαλῇ ἐπιμήκει, τριχὶ πυρρᾷ, ὀφρύσι συνεζευγμέναις, μετώπῳ ὀξεῖ, ὀφθαλμοῖς † γλαυκοῖς ὑπὸ ἄλλοις, μήλοις καθειλκυσμένοις, ἐπίρρινοι, μυκτῆρσιν ἠνεῳγμένοις, χείλεσι λεπτοῖς, γενείῳ ὀξεῖ, στόματι ἐπιμήκει.

οὑτοι, φησί, μεθέξουσι φύσεως τοιαύτης· προνοητικοί, ποικίλοι, δειλοί, φρόνιμοι, προσχαριώδεις, ἥσυχοι, περίεργοι, βουλαῖς ἀποκρύφοις, παντὶ Πράγματι κατηρτισμένοι, πλεῖον φρονήσει ἢ ἴσχύι [*](12-S. 53, 19 ähnliche Tractate in dem von mir abgeschriebenen Paris. 2494 f. 142v (s. Catal. cod. astrol. VIII 3 p. 63 ff. Die ührten Parallelen finden sich, wo nichts bemerkt, stets unter demselben Tierzeichen), im Cat. cod. astr. Vm 2 S. 58. 59 VII S. 194ff. Vettius Valens I C. 2, Hephaestion I 1, Manilius IV 122 ff, vgl. Petronius C. 39. — R. örster, Scriptores physiognomonici 11 341 — hat diesen Abschnitt Hippolyts ediert) [*](1 θέλειν > Miller 2 προαγορεύεσθαι Ρ 3 προβάλοντες (so) P 5 κέν’ ἐλάλουν We.: ἐνεκάλουν Ρ 9 διὰ τοῦ Ρ, verb. ö.: δόξας Ρ 11 μετωπισκοπικὴ Ρ, a. R. δόξ μετωπισκοπικῶν Ρ 12f τυποῦντες ἰδέας Ρ, verb. Cruize 13 f ἐπεὶ τὰς ἑκάστων γεν. ἀναλ. οὕτω λέγουσι MiUer, etwa ἐπὶ τὰς τοῖν ἀστέρων κατὰ γεν. ἐπικρατήσεις We. 14 οὕτω] + δὲ ö. + ἐν Miller κριῶ mit roter Tinte am Rande, ebenso im folgenden, von ἐν λέοντι an mit Praep. Ρ 14 τοιοῦτοι örster 15 ἐπιμήκη Ρ τριχὶ so Ρ 16 ὑπογλαύκοις καλοῖς örster, ὑπ. μεγάλοις Diels, vgl. S. 51, 7 ὑπομεγάλοις We. μεγαλόφθαλμοι Par.), ὑποσάλοις Miller, ὑπομέλασι Roeper 16f ἐπίρινος 17 vgl. Par. μυκτῆρσι καθηλωμένοι . . . χείλη λεπτὰ ἔχοντες, aber beim Stierzeichen μυκτῆρας ἔχοντες μείζους ἀνεῳγμένους 19 δειλοί Par.: δῆλοι Ρ προσχαριώδεις] vgl. Par. χαροποιοί 20 vgl. Par. ταῖς δὲ πράξεσι δραστικοί)

50
κρατοῦντες τὸ παρόν, καταγελασταί, γεγραμματισμένοι, πιστοί. φιλόνεικοι, ἐν μάχῃ ἐρεθισταί, ἐπιθυμηταί, παιδεραστίᾳ νοσοῦντες, ἀπεστραμμένοι ἀπὸ τῶν ἰδίων οἴκων, ἀπαρέσκονται ἄπαντα, κατήγοροι, ἐν οἴνῳ μανιώδεις, ἐξουθενηταί, κατ᾿ ἔθος τι ἀποβάλλοντες, εἰς φιλίαν εὔχρηστοι διὰ τὴν ἀγαθωσύνην· πλειστάκις ἐν ἀλλοτρίᾳ γῇ ἀποθνῄσκουσιν.

Οἱ δὲ έν Ταύρῳ τύπῳ ἔσονται τῷδε· κεφαλῇ στρογγύλῃ, τριχὶ παχείᾳ. μετώπῳ πλατεῖ * τετραγώνοις ὀφθαλμοῖς καὶ ὀφρύσι μεγάλαις, μέλασιν, ἐν τῷ λευκῷ φλέβες λεπταί, αἱματώδεις, βλεφάροις μακροῖς παχέσιν ὠτίοις μεγάλοις, στόμασι στρογγύλοις, ῥώθωνι παχεῖ, μυκτῆρσι στρογγύλοις, χείλεσι παχέσι. τοῖς ὑπεράνω μέρεσιν ἰσχύουσιν, ὀρθὸς γεγενημένος ἀπὸ σκελῶν.

οἱ αὐτοὶ δὲ φύσεως· ἀρέσκοντες, νοοῦντες, εὐφυεῖς, εὐσεβεῖς, δίκαιοι, ἄγροικοι, προσχαρεῖς, κοπιαταὶ ἀπὸ ἐτῶν ݲ ἐρεθισταί, νωθροί· τούτων ὁ στόμαχος μικρός ἐστι, πληροῦνται τάχα, πολλὰ βουλευόμενοι, φρόνιμοι, φειδωλοὶ εἰς ἐαυτούς, εἰς ἄλλους δαψιλεῖς, ἀγαθοποιοί, σώματι βραδεῖ· ἐν μέρει εἰσὶ λυπηροί, ἀμελεῖς, εἰς φιλίαν ὠφέλιμοι διὰ τὸν νοῦν, κακοπαθεῖς.

Ἐν Διδύμοις τύπος· προσώπῳ κοκκίνῳ, μεγέθει οὐ λίαν μεγάλῳ, μέρεσιν ἴσοις. ὀφθαλμοῖς μέλασιν ὡς ἠλειμμένοις, μήλοις κάτω τεταμένοις, στόματι παχεῖ, ὀφρύσι συντεθειμέναις· συγκρατοῦσι, πάντα ἔχουσιν, ἔσχατα πλούσιοι, σκνιφοί, φειδωλοὶ ἐκ τοῦ ἰδίου, δαψιλεῖς πρὸς τὰ ἀφροδισιακά, ἐπιεικεῖς, μουσικοί πρὸς τὰ ἀφροδισιακά], ψεῦσται· οἱ αὐτοὶ δὲ φύσεως·

δεδιδαγμένοι, νοοῦντες, περίεργοι, ἰδίᾳ [*](1 τὸ παρὸν zu κρατοῦντες ögen We. 2 αἱρεθισταί Ρ παιδερασταὶ (das letzte ι nicht kenntlich, aber Accent rechts von übergeschriebenem α) νοοῦντες verb. Gö. 3 ἀπαρέσκοντες Miller κακηγόροι? örster, doch s. z. B. Vettius S.12,5Kr. 4 ἔθος Diels: ἔτος P, ἔπος ö. 5 ἀγαθοσύνην 8 πετώπω Ρ, vgl.Par. πλατυμέτωποι τετραγώνῳ ö., aber Par. ὀφθαλμοὺς μέλανας, τραχήλους παχεῖς τετραγώνους, danach ür Η. oder seine Vorlage zu vermuten <τραχήλοις> 8f ὀφθαλμοῖς μέλασιν (vgl. Par.), ὀφρύσι μεγάλαις ö. μελαίναις? Cruize 9 βλέβες 10 παχέσιν vor örster zu βλεφάροις gezogen 11 ὑπὲρ ἄνω Ρ 12 ὀρθοὶ γεγενημένοι örster, ἰσχύουσι νωθροὶ γεγενημένοι nach Manilius IV 150 Miller φύσεων Ρ 14 αἱρεθισταὶ Ρ 16 ἀλλήλους Ρ, verb. Miller βραδεῖ Gö.: βραχεῖ Ρ 17 εἰς φιλίαν vor örster zu ἀμελεῖς 19 μέλεσιν ö. (Paris, unter dem Zeichen der Wage ἴσοι τοῖς μέλεσι τὰ ἄνω τοῖς κάτω) 20 κάτω τεταμένοις (vgl. S. 52, 16) Roeper: καλῶ γεγεννημένων (erstes γ aus τ oder umgekehrt) Ρ 20f συγκροτοῦσι πάντα ö. (Paris. φύσει δὲ πάντα τολμῶντες) 21 πάντα, <πάντα> ? We. καὶ κατ)έχουσιν Miller, <ἃ> ἔχουσιν Cruize πλούσια Ρ 22 πρὸς τὰ ἀφροδισιακὰ 1 Miller: ἀφροδισικῶν Ρ [] Miller 23 οἱ — φύσεως ört auf Ζ. 20 (Diels) περίεργα Ρ)

51
ἀποφάσει, ἐπιθυμητικοί, φειδωλοὶ ἐκ τοῦ ἰδίου. δαψιλεῖς] ἥσυχοι, φρόνιμοι, δόλιοι, πολλὰ βουλεύονται, ψηφισταί, κατήγοροι, <ἀ> οὐκ εὐτυχεῖς, ἀπὸ γυναικῶν φιλοῦνται, ἔμποροι, εἰς φιλίαν οὐκ ἐπὶ πολὺ ὠφέλιμοι.

Ἐν Καρκίνῳ τύπος· μεγέθει οὐ μεγάλῳ, τριχὶ ὥσπερ † κυνία, χρώματι ὑποπύρρῳ, στόματι ὀλίγῳ κεφαλῇ στρογγύλῃ, μετώπῳ ὀξεῖ, ὀφθαλμοῖς ὑπογλαύκοις, ἱκανῶς καλοῖς, μέλεσιν ὑποποικίλοις.

οἱ αὐτοὶ φύσεως· κακοί, δόλιοι, βουλαῖς ἀπηρτισμένοι, ἄπληστοι, φειδωλοί, ἀχάριστοι, ἀνελεύθεροι, ἀνωφελεῖς, ἀμνήμονες, οὔτε ἀποδιδόασιν ἀλλότριον οὔτε ἀπαιτοῦσιν ἴδιον, εἰς φιλίαν ὠφέλιμοι.

Ἐν Λέοντι τύπος· κεφαλῇ στρογγύλῃ, τριχὶ ὑποπύρρῳ, μετώπῳ μεγάλῳ ῥυσῷ, ὠτίοις παχέσι, τραχηλιῶται, ἐπὶ μέρει ὑποφάλακροι, πυρροί, ὀφθαλμοῖς γλαυκοῖς, μεγάλαις γνάθοις, στόματι παχεῖ, τοῖς ἐπάνω μέρεσι παχεῖς, στήθει μεγάλῳ, τοῖς ὑποκάτω μέλεσι λεπτοῖς.

οἱ αὐτοὶ φύσεως· ἰδίας ἀποφάσεως, ἀσυγκέραστοι, ἀρέσκοντες ἐαυτοῖς, ὀργίλοι, θυμώδεις, καταφρονηταί, αὐθάδεις, μηδὲν βουλευόμενοι, † ἄναλοι, κακόσχολοι, συνήθεις, εἰς πράγματα ἀφροδισιακὰ ἐκκεχυμένοι, μοιχοί, ἀναιδεῖς, πίστει ἀναλήθεις, αἰτηταί, τολμηροί σκνιφοί, ἅρπαγες, ἀξιόλογοι, εἰς κοινωνίαν ὠφέλιμοι, εἰς φιλίαν ἀνωφελεῖς.

Ἐν Παρθένῳ τύπος· ὁράσει καλῇ, ὀφθαλμοῖς οὐ μεγάλοις, ἐπαφροδίτοις, μέλασιν, ὀρθοῖς συντεθειμένοις, ἱλαροῖς, κολυμβῶσιν. εἰσὶ δὲ λεπτοὶ σώματι, † ὑπὸ δὲ τοῦ ὄψει καλοῦ, τριχὶ καλῶς συντεθειμένῃ, μετώπῳ μεγάλῳ, ῥώθωνι προαλεῖ. οἱ αὐτοὶ φύσεως· εὐμαθεῖς, μέτριοι, ἐννοηταί, παιγνιώδεις, λόγιοι, βραδὺ λαλοῦντες, πολλὰ βουλευόμενοι, πρὸς χάριν εὐπαραίτητοι, ἡδέως πάντα παρατηροῦντες καὶ μαθηταὶ εὐφυεῖς, ἃ ἔμαθον κρατοῦσι, μέτριοι, ἐξουθενηταί, παιδ- [*](1 [] Förster, S. S. 50, 21 f <ἀλλοτρίου> δαψιλεῖς Miller örster, doch s. zu S. 50, 3 2f ἀκαίριμοι Miller: καίριμοι Ρ 5f κυνὶ ἀχρώματι Ρ 5 κυανέῃ ö., κυνός (vgl. S. 52, 27) oder κυνάδι We. 7 ὑπὸ ποικίλοις Ρ 8 κατηρτισμένοι? Förster 9 ἀποδίδωσιν Ρ 11 κεφαλὴ F ὑπόπυρρα F πυρρότριχοι Par.) 12 τραχηλιῶντες örster 14 vgl. Par. τὰ ἄνω μείζονα τῶν κάτω ἔχοντες ὑπὸ κάτω Ρ 16f βουλόμενοι Ρ 17 ἄναλοι mit roter Tinte ügt Ρ: ἄλαλοι ö., ἀνώμαλοι? We. κατέσχολοι, ε scheint rot in ο corrigiert ἀσυνήθεις? Gö., doch s. S. 52,2. 53,3 18 ἀναληθεῖς 19 φιλίαν Miller (vgl. S. 50, 17. 51, 10. 19. 52, 18. 24): ὠφέλειαν Ρ 22 ὀφρύσι συντεθειμέναις (vgl. S. 50, 20 und S. 52, 5) ö., unwahrscheinlich wegen der folgenden masc. Attribute 23 σῶμα τὸ ὑποκάτω, ὄψει καλοί Diels vgl. Catal. astr. VII 202, 8 ὑπὸ δὲ τοῦ] προσώπου? We. (oder προσώπῳ . . . . καλῷ?), vgl. Paris, εὐειδεῖς καλῶ Ρ 25 βραδυλαλοῦντες Ρ 26 εὐπαραίτητοι Roeper: ὡς οἱ παρατηρηταί Ρ)

52
ερασταί, συνήθεις, ψυχῇ μεγάλῃ, καταφρονηταί, πραγμάτων ἀμελεῖς, διδαχῇ προσέχοντες, καλλίονες ἐν ἄλλοις ἢ τοῖς ἰδίοις, πρὸς φιλίαν ὠφέλιμοι.

Ἐν Ζυγῷ τύπος· τριχὶ λεπτῇ προαλεῖ, ὑποπύρρῳ, ὑπομήκει μετώπῳ ὀξεῖ, ῥυσῷ, ὀφρύσι καλαῖς συντεθειμέναις, ὀφθαλμοῖς καλοῖςκόραις μέλασιν, ὠτίοις μακροῖς, λεπτοῖς, κεφαλῇ ἐπικεκλιμένῃ, στόματι μακρῷ.

οἱ αὐτοὶ φύσεως· νοοῦντες, Μὺς τιμῶντες, ἀλλήλοις καταλαλοῦντες, ἔμποροι, καπιαταί, πορισμὸν μὴ κατέχοντες, ψεῦσται, μὴ φιλοῦντες ἐν πράγμασι, νοήσει ἀληθεῖς, ἐλευθερόλγωσσοι, ἀγαθοποιοί, ἀμαθεῖς, ψεῦσται, συνήθεις, ἀμελεῖς· τούτοις οὐκ ἐμοποιεῖ ἀδίκως ποιῆσαι μέρος. εἰσὶ καταφρονηταί, καταγελασταί, ὀξεῖς, ἔνδοξοι, ἀκουσταί, καὶ τούτοις οὐδὲν προχωρεῖ, πρὸς φιλίαν ὠφέλιμοι.

Ἐν Σκορπίῳ τύπος· προσώπῳ παρθενικῷ, εὐμόρφῳ, † ἁλυκῷ, τριχὶ ὑπομέλανι, ὀφθαλμοῖς εὐμόρφοις, μετώπῳ οὐ πλατεῖ καὶ ῥώθωνι ὀξεῖ, ὠτίοις συντεθεμένοις μικροῖς, μετώπῳ ῥυσῷ, ὀφρύσι στεναῖς, μήλοις καθειλκυσμένοις· οἱ αὐτοὶ φύσεως·

δόλιοι, κατεστραμμένοι, ψεῦσται, ἴδια βουλεύματα μηδενὶ ἀνατιθέμενοι, διπλῇ ψυχῇ, κακοποιοί, ἐξουθενηταί, μοιχείας ἔνοχοι, εὐφυεῖς, εὐμαθεῖς, εἰς φιλίαν αχρηστοι.

Ἐν Τοξότῃ τύπος· μήκει μεγάλῳ, μετώπῳ τετραγώνῳ, ὀφρύσι μεσταῖς συγκρατουμέναις, † τριχῶν τεθειμένῃ προαλεῖ, ὑπόπυρροι.

οἱ αὐτοὶ φύσεως· προσχαρεῖς ὡς οἱ πεπαιδευμένοι, ἁπλοῖ, ἀγαθοποιοί, παιδερασταί, συνήθεις, κοπιαταί, φιληταί, φιλούμενοι, ἐν οἴνῳ ἱλαροί, καθάριοι, ὀγρίλοι, ἀμελεῖς, κακοί, εἰς φιλίαν ἄχρηστοι, ψυχαῖς μεγάλαις, ὑβριστικοί, ὑπόδουλοι εἰς κοινωνίαν εὔχρηστοι.