Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τοιαύτη ἡ καθ᾿ ἡμᾶς πίστις, ὠ πάντες ἄνθρωποι, οὐ κενοῖς ῥήμασι πειθομένων οὐδὲ σχεδιάσμασι καρδίας συναρπαζομένων οὐδὲ οὐδὲ πιθανότητι εὐεπείας λόγων θελγομένων, ἀλλὰ δυνάμει θείᾳ λόγοις λελαλημένοις οὐκ ἀπειθούντων. καὶ ταῦτα θεὸς ἐκέλευε λόγῳ, ὁ δὲ λόγος ἐφθέγγετο λέγων, δι αὐτῶν ἐπιστρέφων τὸν ἄνθρωπον ἐκ παρακοῆς, οὐ βίᾳ ἀνάγκης δουλαγωγῶν, ἀλλ᾿ ἐπ᾿ ἐλευθερίαν ἑκουσίῳ προαιρέσει καλῶν.

τοῦτον τὸν λόγον ἐν ὑστέροις ἀπέστελλεν ὁ πατήρ, οὐκέτι διὰ προφήτου λαλεῖν, οὐ σκοτεινῶς κηρυσσόμενον ὑπονοεῖσθαι θέλων, ἀλλ᾿ αὐτοψεὶ φανερωθῆναι τοῦτον λέγων, ἴνα κόσμος ὁρῶν δυσωπηθῇ οὐκ ἐντελλόμενον διὰ προσώπου προφητῶν οὐδὲ δι᾿ ἀγγέλου φοβοῦντα ψυχήν, ἀλλ᾿ αὐτὸν παρόντα τὸν λελαληκότα.

τοῦτον τοῦτον ἐκ παρθένου σῶμα ἀνειληφότα καὶ τὸν παλαιὸν ἄνθρωπον διὰ καινῆς πλάσεως πεφορηκότα, ἐν βίῳ διὰ πάσης ἡλικίας ἐληλυθότα, ἵνα πάσῃ ἡλικίᾳ αὐτὸς νόμος γενηθῇ καὶ σκοπὸν τὸν ἴδιον ἄνθρωπον πᾶσιν ἀνθρώποις ἐπιδείξῃ παρὼν καὶ δι᾿ αὑτοῦ ἐλέγξῃ, ὅτι μηδὲν ἐποίησεν ὁ θεὸς πονηρὸν καὶ ὡς αὐτεξούσιος ὁ ἄνθρωπος ἔχων τὸ θέλειν καὶ τὸ μὴ θέλειν, δυνατὸς ὢν ἐν ἀμφοτέροις.

τοῦτον ἄνθρωπον ἴσμεν <ἐκ> τοῦ καθ’ ἡμᾶς φυράματος γεγονέναι· εἰ γὰρ μὴ ἐκ τοῦ αὐτοῦ ὑπῆρξε, μάτην νομοθετεῖ μιμεῖσθαι τὸν διδάσκαλον. εἰ γὰρ ἐκεῖνος ὁ ἄνθρωπος ἑτέρας ἐτύγχανεν οὐσίας, τί τὰ ὅμοια κελεύει ἐμοὶ τῷ ἀσ(θενεῖ) πεφυκότι, καὶ πῶς οὗτος ἀγαθὸς καὶ δίκαιος;

ἴνα δὲ μὴ [*](15 G. Noetos 17 S. 55, 25 L. ὂν ὑστέροις καιροῖς ἀπέστειλεν ὁ πατήρ . . . . — 19f G. Noetos S. 55, 19ff. 30 τὸ δὲ ἐπίγειον ὡς ἐκ παλαιοῦ Ἀδὰμ διὰ παρθένου σαρκούμενος 21ff Iren. II 22, 4 ideo per omnem venit aetatem etc. — 29 — 292, 3 vgl. G. Noetos S. 56, 2ff L.) [*](4 ὅτι P: ὁτὲ Scott τὰ μὲν Roeper: μὲν τὰ Ρ 7 καθιστῶν Ρ 12f ἐφθέγγετο δι’ αὐτῶν τῶν λόγων ἐπιστρέφων Bunsen δι’ αὐτῶν] διὰ λόγων Gö. 14 ἐλευθερίαν Scott: ἐλευθερία Ρ 17 τοῦτον, λέγω, <ἀπέστελλεν>, ἵνα λέγοντα We. 23 αὐτοῦ Ρ 25 τοῦτον Miller: οὗ τὸν Ρ ἴσμεν Bunsen: εἰς μὲν Ρ + ἐκ Bunsen 26 γενονότα? Bunsen 27 ἐνομοθέτει Miller)

292
ἕτερος παρ᾿ ἡμᾶς νομισθῇ, (καὶ) κάματον ὑπέμεινε καὶ πεινῆν καὶ διψῆν οὐκ ἠρνήσατο, καὶ ὕπνῳ ἠρέμησε καὶ πάθει οὐκ ἀντεῖπε καὶ θανάτῳ ὑπήκουσε καὶ ἀνάστασιν ἐφανέρωσεν, ἀπαρξάμενος ἐν πᾶσι τούτοις τὸν ἴδιον ἄνθρωπον, ἵνα σὺ πάσχων μὴ ἀθυμῇς, ἀλλ’ ἄνθρωπον σεαυτὸν ὁμολογῶν προσδοκᾷς καὶ σύ, ὃ τούτῳ † παρέσχες.