Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἐβιωναῖοι δὲ τὸν μὲν κόσμον ὑπὸ τοῦ ὄντως θεοῦ γεγονέναι λέγουσι, τὸν δὲ Χριστὸν ὁμοίως Κηρίνθῳ. ζῶσι δὲ πάντα κατὰ νόμον Μωϋσοῦ, οὕτω φάσκοντες δικαιοῦσθαι.

[*](1f vgl. Matth. 5, 17. Dieser Zug fehlt in Η — denn S. 224, 5f weicht ab —, doch e. Tert. Adv. haer. 6 Ende und Rhodon bei Eus. V 13 — 416 S. 220, 12— 221, 7 benutzt von Theodoret I 3: ἐδίδαξε δὲ οὗτος ἔνα μὲν εἶναι τὸν ὅλων θεόν, οὐκ αὐτὸν δὲ εἶναι τοῦ κόσμου δημιουργόν, ἀλλὰ δυνάμεις τινὰς κεχωρισμένας καὶ παντελῶς αὐτὸν ἀγνοούσας. τὸν Ἰησοῦν δὲ τοῖς Ἑβραίοις (Ἐβιωναίοις ist vermutet worden) παραπλησίως ἔφησε κατὰ φύσιν ἐξ ἀνδρὸς γεγεννῆσθαι καἰ γυναικός, τοῦ Ἰωσὴφ καὶ τῆς Μαρίας, σωφροσύνῃ δὲ καὶ δικαιοσύνῃ καὶ τοῖς ἄλλοις ἀγαθοῖς διαπρέψαι. τὸν δὲ Χριστὸν ἐν εἴδει περιστερᾶς ἄνωθεν εἰς αὐτὸν κατελθεῖν καὶ τηνικαῦτα τὸν ἀγνοούμενον κηρῦξαι θεὸν καὶ τὰς ἀναγράπτους ἐπιτελέσαῖ θαυματουργίας. κατὰ δὲ τὸν τοῦ πάθους καιρὸν ἀποστῆναι μὲν τὸν Χριστόν, τὸ δὲ πάθος ὑπομεῖναι τὸν Ἰησοῦν — 17—19 vgl. S. 221, 811 von Theodoret II 1)[*](1 οὗτος We.: οὕτως Ρ 3 σάρκα? Gö. ἀπόλυσθαι Ρ 4 statt Lücke von 11 Buchst. Ρ 7 αὐθεντίας] ἐξουσίας Η 8 γεγενῆσθαι Ρ 9 ὁμοίως Η Gö.: ὅμοιον Ρ 12 τότε Ρ Η (Theodoret): τοῦτον Sauppe Ρ Η: καὶ τὰς Sauppe 14 ἀποστῆναι Η Theodoret (?) Ἰησοῦ Iren. Scott: υἱοῦ Ρ, χριστοῦ Η 14 f <καὶ> πεπονθέναι Η Dräseke, Ζ. für wiss. 15 πνευματικὸν Iren., πατρικὸν Η 17 statt Titel Lücke Ρ εὐιαιωναῖοι ὄντως Η Gö.: ὄντος Ρ 19 μωυσῆ P)
282

Θεόδοτος δὲ ὁ Βυζάντιος εἰσηγήσατο αἵρεσιν τοιάνδε, φάσκων τὰ μὲν ὅλα ὑπὸ τοῦ ὄντως θεοῦ γεγονέναι, τὸν δὲ Χριστὸν τοῖς προειρημένοις γνωστικοῖς φάσκει τοιούτῳ τινὶ τρόπῳ πεφηνέναι· εἶναι δὲ τὸν Χριστὸν κ(οιν)ὸν ἄνθρωπον πᾶσιν, ἐν δὲ τούτῳ δια- φέρειν, ὅτι κατὰ βουλὴν θεοῦ γεγένηται ἐκ παρθένου ἐπισκιάσαντος τοῦ ἁγίου πνεύματος, οὐκ ἐν τῇ παρθένῳ σαρκωθέντα·

ὕστερον ἐπὶ τοῦ βαπτίσματος κατεληλυθέναι τὸν Χριστὸν ἐπὶ τὸν Ἰησοῦν ἐν εἴδει περιστερᾶς, ὅθεν φασὶ μὴ πρότερον τὰς δυνάμεις αὐτῷ ἐνεργηθῆναι. θεὸν δὲ οὐκ εἶναι τὸν Χριστὸν θέλει. καὶ τοιαῦτα Θεόδοτος.