Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Κήρινθος δέ, ὁ ἐν τῇ Αἰγύπτῳ ἀσκηθεὶς αὐτὸς οὐχ ὑπὸ τοῦ πρώτου θεοῦ τὸν κόσμον γεγονέναι ἠθέλησεν, ἀλλ᾿ ὑπὸ δυνάμεώς τινος ἀγγελικῆς, πολὺ κεχωρισμένης καὶ διεστώσης τῆς ὑπὲρ τὰ ὅλα αὐθεντίας καὶ ἀγνοούσης τὸν ὑπὲρ πάντα θεόν.

τὸν δὲ Ἰησοῦν λέγει μὴ ἐκ παρθένου γεγεννῆσθαι, γεγονέναι δὲ αὐτὸν ἐξ Ιωσὴφ καὶ Μαρίας υἱὸν ὁμοίως τοῖς λοιποῖς ἀνθρώποις, καὶ διενηνοχέναι ἐν δικαιοσύνῃ καὶ σωφροσύνῃ καὶ συνέσει ὑπὲρ πάντας τοὺς λοιπούς.

καὶ μετὰ τὸ βάπτισμα κατεληλυθέναι εἰς αὐτὸν ἐκ τῆς ὑπὲρ τὰ ὅλα αὐθεντίας τὸν Χριστὸν ἐν εἴδει περιστερᾶς, καὶ τότε κηρῦξαι τὸν ἄγνωστον πατέρα καὶ δυνάμεις ἐπιτελέσαι, πρὸς δὲ τῷ τέλει τοῦ πάθους ἀποπτῆναι τὸν Χριστὸν ἀπὸ τοῦ Ἰησοῦ· πεπονθέναι τὸν Ἰησοῦν, τὸν δὲ Χριστὸν ἀπαθῆ μεμενηκέναι, πνεῦμα κυρίου ὑπάρχοντα.