Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τὸ δὲ φῶς τὴν σελήνην μὴ ἴδιον ἔχειν, ἀλλὰ ἀπὸ τοῦ ἡλίου. τὴν δὲ τῶν ἄστρων περιφορὰν ὑπὸ γῆν γίνεσθαι.

ἐκλείπειν δὲ τὴν σελήνην γῆς ἀντιφραττούσης, ἐνίοτε δὲ καὶ τῶν ὑποκάτω τῆς σελήνης, τὸν δὲ ἥλιον ταῖς νουμηνίαις σελήνης ἀντιφραττούσης. τροπὰς δὲ ποιεῖσθαι καὶ ἥλιον καὶ σελήνην ἀπωθουμένους ὑπὸ τοῦ ἀέρος. σελήνην δὲ πολλάκις τρέπεσθαι διὰ τὸ μὴ σύνασθαι κρατεῖν τοῦ ψυχροῦ.

οὗτος ἀφώρισε πρῶτος τὰ περὶ τὰς ἐκλείψεις καὶ φωτισμούς. ἔφη δὲ γηΐνην εἶναι τὴν σελήνην ἔχειν τε ἐν αὑτῇ πεδία καὶ φάραγγας. τὸν δὲ γαλαξίαν ἀνάκλασιν εἶναι τοῦ φωτὸς τῶν ἄστρων τῶν μὴ καταλαμπομένων ὑπὸ τοῦ ἡλίου. τοὺς δὲ μεταβαίνοντας ἀστέρας ὡσεὶ σπινθῆρας ἀφαλλομένους γίνεσθαι ἐκ τῆς κινήσεως τοῦ πόλου.

ἀνέμους δὲ γίνεσθαι λεπτυνομένου τοῦ ἀέρος ὑπὸ τοῦ ἡλίου καὶ τῶν ἐκκαιομένων πρὸς τὸν πόλον ὑποχωρούντων καὶ ἀποφερομένων. βροντὰς δὲ καὶ ἀστραπὰς ἀπὸ θερμοῦ γίνεσθαι ἐμπίπτοντος εἰς τὰ νέφη.

σεισμοὺς δὲ γίνεσθαι τοῦ ἄνωθεν ἀέρος εἰς τὸν ὑπὸ γῆς ἐμπίπτοντος· τούτου γὰρ κινουμένου καὶ τὴν ὀχουμένην γῆι, ὑπ' αὐτοῦ σαλεύεσθαι. ζῷα δὲ τὴν μὲν ἀρχὴν ἐν ὑγρῶ γενέσθαι, μετὰ ταῦτα δὲ ἐξ ἀλλήλων, καὶ ἄρρενας μὲν γίνεσθαι, ὂταν ἀπὸ τῶν δεξιῶν μερῶν ἀποκριθὲν τὸ σπέρμα τοῖς δεξιοῖς μέρεσι τῆς μήτρας κολληθῇ, τὰ δὲ θήλεα κατά τοὐναντίον.

οὖτος ἤκμασεν ἔτους πρώτου τῆς ὀγδοηκοστῆς ὀγδόης [*](27 οὖτος — S. 15 1 γεγενῆσθαι] vgl. Cedrenus 1 278, 13—15) [*](1 ἐμπύρους ἐμπυρισθέντας Usener (vgl. Dox. 341, 12) 2 τῆς] + τοῦ Brandes 2 f ἡλίῳ καὶ σελήνῃ Roeper Diels: ἢλιον καὶ σελήνην HSS (+ καὶ Brandis) 4 #x003E; μὴ Conti μακρὸν Β, μακρὰ Ο, μικρὰ? Roeper (dann καὶ διὰ zu halten) καὶ διὰ > Roeper, s. S. 12, 19 7 πελοπόνησον HSS 9 σελήνην Usener 12 ἀπωθουμένης L Ο, ἀποθουμένης Β 14 τὰς περὶ HSS 15 τε] δὲ Ο αὐτῇ HSS τὸν δὲ Roeper: τόν τε L0, τῶν τε Β 16 f καταλαμβανομένων HSS, verb. Menagius zu Diog. II 9 17 ὡσπερ Β 18 ἀφαλομένους 19 Μου] dann τοὺς δὲ μετ. αστ. aus Ζ. 17 wiederholt und getilgt Β 20 ἀποφαινομένων Ο, ἀνταποφερομένων VseneT 22 ἐμπίπτοντος Β (Schaubach): ἐκπίπτοντος LO 24 ἐν ὐγρῷ] vgl. Dox. 430, 15, ἐξ ὑγροῦ Diog. Laert. II 9 γενέσθαι Ο (Diog. Laert.): γενᾶσθαι L, γεννᾶσθαι Β 26 θήλεια Β 27 ἤκμασεν HSS Cedr. ἤκμαζεν Paris.), Vorlage ἐτελεύτησε (s. Rh.MXXXI 28) oder ἤκμασεν * * *<καὶ ἐτελεύτησεν #x003E; Diels (s. V orsokr.))

15
ὀλυμπιάδος, καθ' ὂν καιρὸν καὶ Πλάτωνα λέγουσι γεγενῆσθαι. τοῦτον λέγουσι καὶ προγνωστικὸν γεγονέναι.