Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἀρχέλαος τὸ μὲν γένος Ἀθηναῖος, υἱὸς δὲ Ἀπολλοδώρου. οὑτος ἔφη τὴν μῖξιν τῆς ὕλης ὁμοίως Ἀναξαγόρᾳ τάς τε ἀρχὰς ὡσαύτως·

οὗτος δὲ τῷ νῷ ἐνυπάρχειν τι εὐθέως μῖγμα. μἶναι <δ'> ἀρχὴν τῆς κινήσεως <τὸ> ἀποκρίνεσθαι απ' ἀλλήλων τὸ θερμὸν καὶ ψυχρόν, καὶ τὸ μὲν θερμὸν κινεῖθαι, τὸ δὲ ψυχρὸν ἠρεμεῖν· τηκόμενον δὲ τὸ ὕδωρ εἰς μέσον ῥεῖν, ἐν ᾠ καὶ κατακαιόμενον ἀέρα γίνεσθαι καὶ γῆν, ὡν τὸ μὲν ἄνω φέρεσθαι, τὸ δὲ ὑφίστασθαι κάτω.

τὴν μὲν οὖν γῆν ἡρεμεῖν καὶ γενέσθαι διὰ ταῦτα, κεῖθαι δ' ἐν μέσῳ οὐδὲν μέρος οὖσαν, ὡς εἰπεῖν, τοῦ παντός, <τὸν δ' ἀέρα κρατεῖν παντὸς> ἐκδεδομένον ἐκ τῆς πυρώσεως, ἀφ’ οὖ πρῶτον τὴν τῶν ἀστέρων εἶσιν, φύσιν, ὡν μέγιστον μὲν ἥλιον, δεύτερον δὲ σελήνην, τῶν δὲ ἄλλων τὰ μὲν ἐλάττω, τὰ δὲ μείζω.

ἐπικλιθῆναι δὲ τὸν οὐρανόν φησι, καὶ οὕτως τὸν ἤλιον ἐπὶ τῆς γῆς ποιῆσαι φῶς καὶ τόν τε ἀέρα ποιῆσαι διαφανῆ καὶ τὴν γῆν ξηράν. λίμνην γὰρ εἶναι τὸ πρῶτον, ἅτε κύκλῳ μὲν οὐσαν ὑψηλήν, μέσον δὲ κοίλην. σημεῖον δὲ φέρει τῆς κοιλότητος, ὅτι ὁ ἥλιος οὐχ ἅμα ἀνατέλλει τε καὶ δύεται πᾶσιν, ὅπερ ἔδει συμβαίνειν, εἴπερ ἡν ὁμαλή.

περὶ δὲ ζῴων φησί, ὄτι θερμαινομένης τῆς γῆς τὸ πρῶτον ἐν τῷ κάτω μέρει, ὅπου τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐμίσγετο, ἀνεφαίνετο τά τε ἄλλα ζῷα πολλὰ καὶ οἱ ἄνθρωποι, ἅπαντα τὴν αὐτὴν δίαιταν ἔχοντα ἐκ τῆς ἰλύος τρεφόμενα — ἦν δὲ ὀλιγοχρόνια — , ὕστερον δὲ αὐτοῖς ἡ ἐξ ἀλλήλων γένεσις συνέστη·

καὶ διεκρίθησαν ἄνθρωποι ἀπὸ τῶν ἄλλων καὶ ἡγεμόνας καὶ νόμους καὶ τέχνας καὶ πόλεις καὶ τὰ ἄλλα συνέστησαν. νοῦν δὲ λέγει πᾶσιν ἐμφύεσθαι ζῴοις ὁμοίως. χρῆσθαι γὰρ ἔκαστον καὶ τῶν ζῴων τῷ νῷ, τὸ μὲν βραδυτέρως, τὸ δὲ ταχυτέρως.

[*](20 περὶ — 24 γἐνεσις ἐπηκολούθησεν Cedr. Ι 278, 17 — 21)[*](5 τι] τε Ο δ' ö. ἀρχὴν Roeper: ἀρχὰς HSS, ἀρχὰς τῆς γενέσεως δύο ἂν Diels, S. Vorsokr. (Diog. II 16), ἐν δ’ ἀρχαῖς τῆς κινήσεως Zeller 1 1034 Aum. 6) 6 + τὸ Ritter 8 ῥεῖν] ῥνηνῶν Β καὶ > Roeper 9 τὸν μὲν Roeper τὴν δὲ 11f <> Roeper (Dox. 532,11) 11) 13 δὲ > Ο 17 μέσου L 18 f ἀνωτέλει Β μέρει Cedr. (Ritter): κατὰ μέρος HSS 21 f ἀναφανῆναι τά τε ζῶα καὶ οἱ ἄνθρωποι τοὺς ἀνθρώπους Paris.) Cedr. 22 πολλὰ > Cedr. οἱ ἄνθρωποι Gedr.: HSS ἅπαντα Diels wegen ἀνόμοια: πάντα HSS 22 πάντα — 23 ὀλιγοκρόνια > Cedr. 23 ἰλέως Β 24 ἡ Cedr.: καὶ HSS 26 συνέστη LOT: Β, ἐπηκολούθησεν Cedr. λέγειν Β 27 χρῆσθαι Zeller: χρήσασθαι L0, χρήσεσθαι Β τῶν ζῴων τῷ νῷ νοῆσαι Usener) Diels: τῶν σωμάτων σωμάτων ὂσω ὄσα ΒΟ HSS)
16