Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Οὗτοι μὲν οὖν πάντες περὶ τῆς τοῦ παντὸς φύσεώς τε καὶ γενέσεως ταῦτα, καθὼς ἐξεθέμεθα, τῇ αὐτῶν δόξῃ ἐξεῖπον. οἱ δὲ πάντες κάτω τοῦ θείου χωρήσαντες περὶ τὴν τῶν γενομένων οὐσίαν ἠσχολήθησαν, τὰ μεγέθη τῆς κτίσεως καταπλαγέντες καὶ αὐτὰ τὸ θεῖον εἶναι νομίσαντες, ἕτερο2ς ἕτερον μέρος τῆς κτίσεως προδρίναντες, τὸν δὲ θεὸν τούτων καὶ δημιουργὸν μὴ ἐπιγνόντες.

Τὰς μὲν οὖν τῶν καθ’ Ἕλληνας φιλοσοφεῖν ἐπικεχειρηκότων δόξας ἱκανῶς ἐκτεθεῖσθαι νομίζω, παρ’ ὦν τάς ἀφορμὰς λαβόντες οἱ αἱρετικοὶ τὰ μετ’ οὐ πολὺ ῥηθησόμενα ἐπεχείρησαν. δοκεῖ δὲ πρότερον ἐκθεμένους τὰ μυστικὰ καὶ ὅσα περιέργως περὶ ἄστρα τινὲς ἢ μεγέθη ἐφαντάσθησαν, εἰπεῖν· καὶ γὰρ ἐξ αὐτῶν λαβόντες ἀφορμὰς τερατολογεῖν νομίζονται πολλοῖς· ἔπειτα ἀκολούθως τά ὑπ᾿ αὐτῶν ἀδρανῆ δόγματα φανερώσομεν.

[*](14 Theog. 453ff — 15—20 Cedr. 284, 6—13 — 18—20 vgl. Röm. I, 25)[*](1 ὄφρ᾿ ἐνὶ Β, ὄφρ᾿ εἴη Hesiod μακάρεσι Β 2 θεὰ Usener: ὅσα HSS, θεῶν Hesiod 3 νυμφαίων HSS νέουσι Β ναίουσιν ἀν’ οὔρεα Hesiod βησήεντα HSS 4 ἠδὲ HSS ἀτούγετοι Β θύων L Β Ο Τ 6 οὖν ᾧ εὐνηθήσα Β 7 ὑπερήοντα ὑπερήον᾿ ἐτ᾿ ἰάπετόν τε Β 8 θία τε ῥείαν LO, θία τ’ ἐρείαν Τ, θεάτ᾿ ἰέρείαν Β 9 τε Hesiod τηθὴν Β ἐρατηνήν LB 10 μεθ’ ὑκρότατος HSS, verb. nach Hesiod, μετ’ ἀκρότατος Gronov ἀγκυλομῆτις HSS 12 γίνατο Β ἦτον Β 13 Γίγαντας] Irrtum, Titanen! 14 ῥήας Β 16 ἐξεῖπον τῇ αὐτῶν δόξῃ Cedr. <ἀκολούθως> τῇ Diels 16f κάτω δὲ τοῦ πάντες χωρ. Cedr. 17 γινομένων Cedr. 20 τοῦτον Ο 23 ἐπεχείρισαν L 2 26 <τοῖς> πολλοῖς Diels, πολλοί Roeper 26, 27 Fehlt ein Part.?)