Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἡσίοδος δὲ ὁ ποιητὴς καὶ αὐτὸς περὶ φύσεως οὔτω λέγει ἀκηκοέναι παρὰ Μουσῶν· Διὸς δὲ εἶναι τὰς Μούσας θυ·γατέρας. ἐννέα γὰρ νύκτας ὁμοῦ καὶ ἡμέρας δι᾿ ὑπερβολὴν ἐπιθυμίας ἀδιαλείπτως συνευνηθέντος τῇ Μμημοσύνῃ τοῦ Διός, ἐννέα ταύτας τὴν Μνημοσύνην συλλαβεῖν ἐν μιᾷ γαστρί, ἐφ᾿ ἑκάστης νυκτὸς ὑποδεξαμένην μίαν.

καλέσας οὗν τὰς ἐννέα Μούσας ἀπὸ τῆς Πιερίας, τουτέστιν ἀπὸ τοῦ Ολύμπου, διδαχθῆναι παρεκάλει,

  • 108 ὡς τὰ πρώτα θεοὶ καὶ γαῖα γένοντο
  • καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος οἶδμά τε πόντου
  • 110 ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν,
  • 112 ὡς στέφανον δάσσαντο καὶ ὡς τιμὰς διέλοντο,
  • ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.
  • ταῦτά μοι Μοῦσαι, φησίν, ἔσπετ᾿
  • 115 ἐξ ἀρχῆς καὶ ἔπειτα ὅ τι περ πρῶτον γένετ᾿ αὐτῶν.
  • ἤτοι μὲν γὰρ πρώτιστα Χάος γένετ᾿, αὐτὰρ ἔπειτα
  • Γαῖα εὐρύστερνος πάντων ἕδος ἀσφαλὲς αἰεὶ
  • ἀθανάτων, οἵ ἔχουσι κάρην νιφόεντος Ὀλύμπου,
  • Τάρταρά τ᾿ ἠνεμόεντα μυχῷ χθονὸς εὐρυοδείης
  • 120 ἠδ᾿ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι
  • λυσιμελὴς πάντων τε θεῶν πάντων τ’ ἀνθρώπων
  • δαμνᾶ τ’ ἐν στήθεσφι νόον καὶ ἐπίφρονα βουλήν.
  • ἐκ Χάεος δ’ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·
  • 124 Νυκτὸς δ᾿ αὖτ’ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο·
  • 126 Γαῖα δέ τοι πρώτη μὲν ἐγείνατο ἶσον ἑαυτῇ
  • Οὐρανὸν ἀστερόενθ᾿, ἵνα μιν περὶ πάντα καλύπτοι,
  • [*](1—7 Hesiod, Theog. 52—60 — 8ff)[*](3 ἀδιαλείπτως Τ: > LBO 5 ὑποδεξαμένης HSS, verb. Wolf 8 ὡς τὰ πρῶτα Hesiod 9 ἀπείρητος HSS οἴδματι θύων Hesiod 10 λεπτόεντα LBT, λεπτέοντα Ο, verb. nach Hesiod 11 ὥς τ’ ἄφενος Hesiod ὥς τ’ ἄφενον Hipp, nach Rzacb) δάσαντο HSS 12 εἰ δὲ Ο 13 ταῦτά μοι ἔσπετε Μοῦσαι Ὀλύμπια δώματ᾿ ἔχουσαι Heaioa ἔσπετ’ hh, ἕπετ’ Ο 14 εἴπαθ᾿ ὅτι περ πρῶτον γένετ αὐτῶν HSS des Hesiod 15 ἤτοι μὲν πρώτιστα die HSS des Hesiod, aber ἤτοι μὲν γὰρ πρώτα Sextus Pyrrh. Η. ΙΙΙ 121 χέος Β 17 κάρη Heeiod 18 ἠερόεντα Hesiod εὐρωδίης LBOT 19 ἔρως Β Ο ὅς] ὡς Β 20 δυσιμελὴς Ο τ’ > LO (Klasse ψ des Hesiod) 21 δαμνᾶ τ’ Salvini G. Hermann: δαμνᾶτε HSS, δάμναται HSS des Hesiod στήθησφι Ο, στήθεσσι Hesiod 22 ἐγένετο ΒΟ 24 πρώτη Ο: πρῶτα LB, πρῶτον Hesiod ἐγίνατο Β 25 ἀστερόεντα δύναμιν HSS, verb. nach Hesiod καλύπτειν HSS)
    31
  • ὄφρα ἔῃ μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.
  • γείνατο δ᾿ οὔρεα μακρὰ θεὰ χαρίεντας ἐναύλους
  • 130 Νυμφέων, αἳ ναίουσι κατ᾿ οὔρεα βησσήεντα.
  • ἡ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θῦον,
  • Πόντον ἄτερ φιλότητος ἐφιμέρου, αὐτὰρ ἔπειτα
  • Οὐρανῶ εὐνηθεῖσα τέκ’ Ὠκεανὸν βαθυδίνην
  • Κοῖόν τε Κρεῖόν θ’ Ὑπερίονά τ᾿ Ἰάπετόν τε
  • 135 Θείαν τε Ῥεῖάν τε Θέμιν τε Μνημοσύνην τε,
  • Φοίβην τε) χρυσοστέφανον Τηθύν τ’ ἐρατεινήν·
  • τοὺς δὲ μεθ’ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,
  • δεινότατος παίδων, θαλερὸν δ᾿ ἤχθηρε τοκῆα.
  • 139 γείνατο δ᾿ αὖ Κύκλωπας, ὑπέρβιον ἠτορ ἔχοντας.
  • καὶ τοὺς ἄλλους πάντας ἀπὸ τοῦ Κρόνου καταριθμεῖ Γίγαντας. ὕστερον δέ που ἐκ τῆς Ῥέας γεγονέναι τὸν Δία.