Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἔστι δὲ καὶ παρὰ Ἰνδοῖς αἵρεσις φιλοσοφουμένων ἐν τοῖς [*](7—12 Epicurea ρ. 228, 6—11 — 13—18 frei excerpiert Cedr. — 18f die Verbindung heraklitischer Lehre mit der Skepsis weist wohl auf Anesidem — 22 vgl. Sext. P. H. I 188ff, Diog. IX 75, Änesidem bei Photius S. 169 b. 170 a Bekker) [*](2 τε] δὲ Usener 3 αὐτὸν αὐτὸν πρᾶγμα ἔχειν οὔτε οὔτε ἄλλῳ (Diels mit der Anderung πράγματα. nach Epicurea S. 71 I Usener), οὔτε αὐτὸς βούλεται πράγματα ἔχ. οὔτε ἄλλοις Cedr.: μήτε — πράγματα — μήτε ἄλλοις HSS οἷς] ᾠ Τ (Diels, vgl. Ζ. 10) 4 Β 5 τέλος αὐτοῖς εἶναι Τ 6 τὴν κατά τὰς θνητὰς Cedr.: κατὰ ἔθνη τὰς HSS 8 γεννᾶσθαι Τ αἷμα kann in der ’orlage nicht gestanden haben (Diels) 11 ὡς Roeper: ὧν HSS 12 ὁ > Grouov 13 ΒΟ 15 πυρρώνιοι HSS ἐπεκλήθησαν Cedr. ἁπάντων L O Cedr.: πάντων 17 οὔτε νοητὸν οὔτε αἰσθητὸν Cedr. 21 + οὐ Roeper 22 οὐ Roeper: τὸ HSS μᾶλλόν τι πῦρ εἶναι? Diels <πῦρ> Roeper 23 <τὸ> Sext. Ρ. Η. Ι 19ff, Adv. math. VII 197 24 περὶ βραχμάνων τῶν ἐν ἰνδοῖς Ο φιλοσοφουμένη Β 24f φιλοσοφουμένων τις Βραχμᾶνες Usener)

28
Βραχμάναις, οἵ βίον μὲν αὐτάρκη προβάλλονται ἐμψύχων δὲ καὶ τῶν διὰ πυρὸς βρωμάτων ἀπέχονται, ἀκροδρύοις ἀρκούμενοι μηδὲ αὐτὰ ταῦτα τρυγῶντες, ἀλλὰ τὰ πίπτοντα εἰς τὴν γῆν βαστάζοντες ζῶσιν, ὕδωρ ποταμοῦ † ταγαβενὰ πίνοντες.

διαβιοῦσι δὲ γυμνοί, τὸ σῶμα ἔνδυμα τῇ ψυχῇ ὑπὸ τοῦ θεοῦ γεγονέναι λέγοντες. οὑτοι τὸν θεὸν φῶς εἶναι λέγουσιν οὐχ ὁποῖόν τις ὁρᾷ οὐδ᾿ οἷον ἥλιος καὶ πῦρ, ἀλλ’ ἔστιν αὐτοῖς ὁ θεὸς λόγος, οὐχ ὁ ἔναρθρος, ἀλλ᾿ ὁ τῆς γνώσεως, δι᾿ οὗ τὰ κρυπτὰ τῆς φύσεως μυστήρια ὁρᾶται σοφοῖς. τοῦτο δὲ τὸ φῶς. ὅ φασι λόγον [τὸν θεόν], αὑτοὺς μόνους εἰδέναι λέγουσιν διὰ τὸ ἀπορρῖψαι μόνους τὴν κενοδοξίαν, ὅς ἐστι χιτὼν τῆς ψυχῆς ἔσχατος.

οὗτοι θανάτου καταφρονοῦσιν· ἀεὶ δὲ ἰδίᾳ φωνῇ θεὸν δοξάζουσιν, καθὼς προείπομεν, ὕμνους τε ἀναπέμπουσιν. οὔτε δὲ γυναῖκες παρ’ αὐτοῖς οὔτε τεκνοῦσιν.