Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἀριστοτέλης τούτου γενόμενος ἀκροατὴς εἰς τέχνην τὴν φιλοσοφίαν ἤγαγεν καὶ λογικώτερος ἐγένετο, τὰ μὲν στοιχεῖα τῶν πάντων ὑποθέμενος οὐσίαν καὶ συμβεβηκός’ τὴν μὲν οὐσίαν μίαν τὴν πᾶσιν ὑποκειμενην, τὰ δὲ συμβεβηκότα ἐννέα· ποσόν, ποιόν, πρὸς τί, ποῦ, πότε, ἔχειν, κεῖσθαι, ποιεῖν, πάσχειν.

τὴν μὲν οὖν οὐσίαν τοιαύτην εἶναι, οἷον θεόν, ἄνθρωπον καὶ ἕκαστον τῶν τῷ ὁμοίῳ λόγῳ ὑποπεσεῖν δυναμένων. περὶ δὲ τὰ συμβεβηκότα θεωρεῖται τὸ μὲν ποιόν. οἷον λευκὸν μέλαν· τὸ δέ ποσόν, οἷον δίπηχυ τρίπηχυ· τὸ δὲ πρὸς τί, οἷον πατὴρ υἱός· τὸ δὲ ποῦ, οἷον Ἀθήνησι Μεγαροῖ· τὸ δὲ πότε, οἷον ἐπὶ τὴς δεκάτης ὀλυμπιάδος· τὸ δὲ ἔχειν, οἷον κεκτῆσθαι· τὸ δὲ ποιεῖν, οἷον γράφειν καὶ ὅλως ἐνεργεῖν τι· τὸ δὲ κεῖσθαι, οἷον τὸ δὲ πάσχειν, οἷον τύπτεσθαι.

ὑποτίθεται καὶ αὐτὸς τὰ μὲν μεσότητα ἔχειν, τὰ δὲ ἄμεσα εἶναι, ὡς εἴπομεν καὶ περὶ τοῦ Πλάτωνος. καὶ σχεδὸν τὰ πλεῖστα τῷ Πλάτωνι σύμφωνός ἐστιν πλὴν τοῦ περὶ ψυχῆς δόγματος.