Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ λέξις τούτου ἐμφανεστάτη ἐστὶν ἐν τῇ Πολιτείᾳ, ἐν ᾖ φησιν· »πάλιν δὲ αὖ τολμᾶτε λέγειν ὡς αἰσχρὸν καὶ θεομισὲς ἡ κακία· πῶς οὖν δή τις τὸ τοιοῦτον κακὸν αἱροῖτ᾿ ἄν; ἥττων ὃς ἂν ᾖ, φατέ, τῶν ἡδονῶν. οὐκοῦν καὶ τοῦτο ἀκούσιον, εἴπερ τὸ νικᾶν ἑκούσιον; ὥστε ἐκ παντὸς λόγου τό γε ἀδικεῖν ἀκούσιον <ὁ> λόγος αἱρεῖ«.

ἀντιτίθεται δέ τις αὐτῷ πρὸς τοῦτο· διὰ τί οὖν κολάζονται, εἰ ἀκουσίως ἁμαρτάνουσιν; ὁ δὲ λέγει, ἕνα ἵνα τε αὐτὸς ὅτι τάχιστα ἀπαλλαγῇ κακίας καὶ κόλασιν ὑπόσχῃ — τὸ γὰρ κόλασιν ὑποσχεῖν οὐ κακὸν ἀλλὰ ἀγαθόν, εἴπερ μέλλει μέλλει κάθαρσις τῶν κακῶν γίνεσθαι — καὶ ἵνα μηδὲν ἁμαρτάνωσιν οἱ λοιποὶ ἀκούοντες ἄνθρωποι, ἀλλὰ φυλάσσωνται τὴν τοιαύτην πλάνην.

κακοῦ δὲ φύσιν οὔτε ὑπὸ θεοῦ γενέσθαι οὔτε καθ’ αὑτὴν ὑπόστασιν ἔχειν, ἀλλὰ κατ ἐναντίωσιν καὶ παρακολούθησιν τοῦ ἀγαθοῦ γενέσθαι, ἢ καθ᾿ ὑπερβολὴν ἢ κατὰ μείωσιν, ὡς περὶ τῶν ἀρετῶν προείπομεν. ὁ μὲν οὐν Πλάτων, καθὼς προείπομεν, συναγαγὼν τὰ τρία μέρη τῆς κατὰ πάντα φιλοσοφίας οὕτως ἐφιλοσόφησεν.

[*](2f Cedr. 281, 5. 6 εἱμαρμένην δέ φησιν εἶναι οὐ μέντοι πάντα -3 γίνεσθαι 2f vgl. Dox. S. 322a, 5—8 — 3f Staat X 617 E und Phädr. 248 C — 6f S. 184, 36—185, 1 vgl. Apul. II 11 — 9f Πολιτείᾳ Irrtum] Klitophon 407 D 15 vgl. Gorg. 478E; Staat IX 591 A; Gesetze XI 934A; Prot. 324B; Albinus 31 S. 185, 18; Apul. II 17 — 22 Cedr. 281, 6—8 ὁ μὲν ovv Πλ. συναγαγὼν — 24 φυσιολογικὴν ἠθικὴν καὶ λογικήν, οὕτως ἐδογμάτισεν — 28 προείπομεν) S. 1, 10. 19, 1)[*](2 φησὶν Wolf: δὲ φησιν Cedr. Diels, φασὶν HSS 3 αἰτίαν Τ 4 ἀναιτίαν Τ ὅδε. οὕτω Diels: οἱ δὲ οὕτω HSS, <ὅδε>. οἱ δὲ οὕτω Roeper 5 οἶδε Cruize: δὲ HSS 9 δεῖξις? We 10 πάλιν δ’ αὐτῶ ἄμα τε λέγειν HSS 11 κακία] ἀδικία Plato πᾶς Β κακὸν] + ἑκὼν Plato 12 ἢ τῶν ὅσα δή φατε HSS ἀκούσιον] + λόγος ἐρεῖ ἀντιτίθεται aus Ζ. 14. dann getilgt Β 13 λόγου] τρόπου Plato ἄδικον Τ 13 f ἀκ. λόγος ἐρεῖ HSS 16 ὅτι > Β 18 μηδὲν Gö.: Με HSS 19 κακοῦ δὲ φύσιν L O: κακὸν Γε φησιν Β 21 γενήσεσθαι 22 ὁ μὲν — 23 προείπομεν > Β 23 κατὰ πάντα > Usener)
24