Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τινὲς δὲ τῶν Πλατωνικῶν ἀμφότερα ἔμιξαν χρησάμενοι παραδείφματι τοιούτῳ· ὄτι ὢσπερ ἄμαξα δύναται ἀεὶ διαμένειν ἄφθαρτος κατὰ μέρος ἐπισκευαζομένη, κἄν τὰ μέρη φθείρηται ἑκάστοτε, αὐτὴ δὲ ὁλόκληρος ἀεὶ μένει, τοῦτον τὸν τρόπον καὶ ὁ κόσμος κατὰ μέρη μὲν ἀεὶ φθείρεται, ἐπισκευαζομένων <δὲ> καὶ ἀντανισουμένων τῶν ἀφαιρουμένων ἀίδιος μένει.