Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τὴν μὲν οὖν ὒλην ἀρχὴν εἶναι καὶ σύγχρονον τῷ θεῷ, ταύτῃ καὶ ἀγένητον τὸν κόσμον· ἐκ γὰρ αὐτῆς συνεστάναι φησὶν αὐτόν. τῷ δὲ ἀγενήτῳ ἀκολουθεῖν πάντως καὶ τὸ ἄφθαερτον. ᾗ δὲ σῶμά τε καὶ ἐκ πολλῶν ποιοτήτων καὶ ἰδεῶν συγκείμενον ὑποτίθεται, ταύτῃ καὶ γενητὸν καὶ φθαρτόν.