Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἡ μὲν οὖν φυσικὴ φιλοσοφία ἀπὸ Θάλητος ἔως Ἀρχελάου διέμεινε· τούτου γίνεται Σωκράτης ἀκροατής. εἰσὶ δὲ καὶ ἔτεροι πλεῖστοι διαφόρους δόξας προενεγκάμενοι περὶ τε τοῦ θείου καὶ τῆς τοῦ παντὸς φύσεως. ὧν εἰ πάσας τὰς δόξας ἐβουλόμεθα παραθεῖναι, πολλὴν ἂν ὒλην βιβλίων ἔδει κατασκευάζειν. ὧν δὲ ἴδει μάλιστα ἐπ' ὀνόματος ὄντων καὶ ὡς εἰπεῖν κορυφαίων πᾶσι τοῖς μετέπειτα φιλοσοφήσασι γενομένων ἀφορμὰς δεδωκότων πρὸς τὰ ἐπιχειρούμενα ὑπομνησθέντες ἐπὶ τὰ ὁρμήσωμεν. ὁρμήσωμεν.

Καὶ γὰρ καὶ Παρμενίδης ἓν μὲν τὸ πᾶν ὑποτίθεται τε καὶ ἀγέννητον καὶ σφαιροειδές, οὐδ' αὐτὸς ἐκφεύγων τὴν τῶν πολλῶν δόξαν, πῦρ λέγων καὶ γῆν τὰς τοῦ παντὸς ἀρχάς, τὴν μὲν γῆν ὡς ὕλην, τὸ δὲ πῦρ ὡς αἴτιον καὶ ποιοῦν. τὸν κόσμον ἔφη φθειρεσθαι, ᾦ δὲ τρόπῳ, οὐκ ἐἶπεν. ὁ αὐτὸς δὲ εἶπεν ἀΐδιον εἶναι τὸ πᾶν καὶ οὐ γενόμενον καὶ σφαιροειδὲς καὶ ὄμοιον, οὐκ ἔχον δὲ ἐν ἑαυτῷ, καὶ ἀκίνητον καὶ πεπερασμένον.

Λεύκιππος δὲ Ζήνωνος ἑταῖρος οὐ τὴν αὐτὴν δ'πκξαν διετήρησεν, ἀλλά φησιν ἄπειρα εἶναι καὶ ἀεὶ κινούμενα καὶ κινοὐμενα καὶ μεταβολὴν συνεχῶς οὖσαν. στοιχεῖα δὲ λἐγει τὸ πλῆρες καὶ #x003E; κενόν. κόσμους δὲ γίνεσθαι λέγει· λέγει· ὂταν μέγα κενὸν ἐκ τοῦ περιέχοντος ἀθροισθῇ πολλὰ σώματα καὶ συρρυῇ, προσκρούοντα ἀλλήλοις συμπλέκεσθαι τὰ ὁμοιοσχήμονα καὶ παραπλήσια τὰς μορφάς, καὶ περιπλεχθέντων ἄστρα γίνεσθαι, αὒξειν δὲ καὶ φιὀνειν διὰ τὴν ἀνάγκην. τίς δ’ ἂν εἴη ἡ ἀνάγκη, οὐ διώρισεν.

Δημόκριτος δὲ Λευκίππου γίνεται γνὠροιμος. Δημόκριτος Δαμασίππου, Ἀβδηρίτης, πολλοῖς συμβαλὼν γυμνοσοφισταῖς ἐν Ἰνδοῖς καὶ ιερεῦσιν ἐν Αἰγύπτῳ καὶ ἀστρολόγοις καὶ ἐν Βαβυλῶνι μάγοις.

λέγει δὲ ὁμοίως Λευκίππῳ περὶ στοιχείων, πλήρους καὶ κενοῦ, τὸ μὲν πλῆρες λέγων ὄν, τὸ δὲ κενὸν οὐκ ὄν· ἔλεγε δὲ ὡς ἀεὶ κινου- μένων τῶν ὄντων ἐν τῷ κενῷ· ἀπείρους δὲ εἶναι κόσμους καὶ μεγἐτί [*](1 μὲν Β θάλλητος L θαίητος Β 3 προσενεγκάμενοι HSS, verb. Roeper 5 τῶν δὲ μάλιστα Eoeper 7 γενομένων ~ hinter κορυφ. Roeper γονίμους ἀφορμὰς Usener 8 ὁρμήσομεν Wolf 10 ἐκφεύγει Roeper 12 τὸν #x003E; ? Diels 14 τύπον HSS, verb. Brandis 16 αὐτὴν] αὐτοῦ Menagius zu Diog. IX 30, doch s. Dox..S. 483, 12 17 εἶναι] + τὰ πάντα Cruize (Diog. Laert. IX 30) 18 συνεχῆ? Diels + τὸ Wolf 19 δὲ <ὦδε> Usener HSS, verb. Roeper (Dox. 143) λέγει] + οὔτως Eoeper μετάκοινον HSS, verb. Roeper 20 ἀρρυεῖ Β 22 ἄστρα Diele (nach Diog. Laert. IX 80): εἰς ἔτερα HSS τὴν] τινα Roeper (Diog. Laerfc. IX 32) 25 αὐδηρίτης HSS συμβάλλων Β 26 αἰγύπτο Ο καὶ 2 > Β ἀστρολόγους Ο 27 λέγοι Τ πλῆρεν verb. πλῆρες L)

17
θει διαφέροντας, ἐν τισὶ δὲ μὴ εἶναι ἤλιον μηδὲ σελήνην, ἐν τισὶ δὲ μείζω τῶν παρ' ἡμῖν καὶ ἐν τισὶ πλείω.

εἶναι δὲ τῶν κόσμων ἄνισα τὰ διαστήματα, καὶ τῇ μὲν πλείους, τῇ δὲ ἐλάττους, καὶ τοὺς μὲν αὔξεσθαι, τοὺς δὲ ἀκμάξειν, τοὺς δὲ φθίνειν, καὶ τῇ μὲν γίνεσθαι, τῇ δ’ ἐ<κ>λέπειν. λείπειν. φθείρεσθαι δὲ αὐτοὺς ὑπ' ἀλλήλων εἶναι δὲ ἐνίους κόσμους ἐρήμους ζᾠων καὶ φυτῶν καὶ παντὸς ὑγροῦ.