Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

11. Ὅτι μετὰ Αὐξόνιον Μόδεστος ἔπαρχος καταστάς, καὶ ἀπεχθῶς, φησίν, ἔχων πρὸς Εὐνόμιον, ἐρήμην αὐτοῦ κατεδικάσατο, ὡς τὰς ἐκκλησίας καὶ τὰς πόλεις ἐκταράσσοντος· καὶ εἰς Ναοξίαν αὐτὸν φυγαδεύει τὴν νῆσον.

12. Ὅτι Μάζακα τὸ πρῶτον ἐκαλεῖτο ἡ Καισάρεια ἀπὸ Μοσὸχ (??) Καππαδοκῶν γενάρχου ἑλκυσαμένη τὸ ὄνομα· τοῦ χρόνου δὲ πορευομένου κατὰ παρέγκλισιν ἤδη Μάζακα προσωνόμασται

13. Ὄτιπερ Εὐνομίου, φησί, λιπόντος τὴν Κύζικον οὐδεὶς τέως ἀντικατέστη ἐπίσκοπος. Δημόφιλος δὲ οὺν Δωροθέῳ καί τισιν ἄλλοις ἀφικόμενος ἐγκαταστῆσαι, οὐδὲν περαίνειν ἠδύνατο διὰ τὸ τοὺς ἐν αὐτῇ τὸ κατ᾿ οὐσίαν ὅμοιον ἐκ τῶν Ἐλευσίου διδαγμάτων τὴν δόξαν κρατύνοντας πρεσβεύειν εἰς τὸ ἀμετάθετον. Δημοφίλου δὲ καὶ τῶν σὺν αὐτῷ τὴν τῶν Κυζικηνῶν ἀναδεξαμένων πρόκλησιν καὶ τὸν Ἀέτιον καὶ Εὐνόμιον ἀναθεματισάντων (τοῦτο γὰρ ἦν ἡ πρόκλησις) Ἀνόμοιόν τε τὸν Εὐνόμιον δημοσῖοις καὶ λόγοις καὶ γράμμασιν ἀνακηρυξάντων, καὶ τὴν πίστιν αὐτῶν καὶ δὴ καὶ τοὺς παραδεχομέμους αὐτῶν τὰ μαθήματα ὑπὸ τὴν αὐτὴν ἀρὰν ποιησαμένων, ὑφίστανται τὴν χειροτονίαν, οὐχ ἕτερόν τινα ταύτην <ὑπ>ελθεῖν ἀνασχόμενοι, ἀλλ’ ὃν αὐτῶν αἱ ψῆφοι προσέταττον. ὁ δέ γε χειροτονηθεὶς εὐθὺς λαμπρῶς ἐκήρυττε τὸ ὁμοούσιον.

14. Ὅτι, τελευτήσαντος Εὐζωΐου τοῦ Ἀντιοχείας, ὁ Δωρόθεος ἐξ Ἡρακλείας τῆς Θρᾴκης πρὸς τὸν ἐκείνου μεθίσταται θρόνον. διασύρει δὲ τόν τε Δημόφιλον καὶ Δωρόθεον ὁ συγγραφεύς, τὸν μὲν ἀλαζονέ-

[*](4 vgl. Zosim. IV 11, 4 — 8 f Oen. 10, 2. Vgl. Constantin. Porphyrog. De them. I, 2 S. 20, 21. Joseph. Antiqu. Judaic. 1125 — 10 vgl. Sozomen. V 4, 1 — 13 ff vgl. Socrat. IV 6, 7 — 24 f vgl. Sozomen. VI 37, 24. Socrah. IV 35, 4 u. V 3, 2)[*](6 Ναοξίαν] Ἀξίαν ed. | 8 μάζακα, zweites α ähr wie ω, B Μόζοκα vermutet Val. | 10 παρέγκλησιν B, corr. Migne | 15 ob κρατύνοντος? oder iwie Val.) κρατύναντος? | 17 ἦν > ed. | 18 ἀνόμιόν τε Bochavt ut Anomius dicatur pro « Val.]; aber s. Register Ἀνόμοιος γράμμασιν, γράμμξ auf Rasur, B | 20 αὐτῶν, wv durch Corr., B | 21 <ὑπ> Bidez ἐλθεῖν B. vgl. ob. S. 28, 2 | 22 προσέττατον B, corr. Gothofred. 25 nach πρὸς + μὲν ed. | 26 f ἀλαζωνέστατον, ω in ο corr., B)
121

στατον λέγων, τὸν δὲ Δημόφιλον φύρειν τε πάντα καὶ συγχεῖν ἀκρατέστατον, [*](Phot.) καὶ μάλιστά γε τὰ ἐκκλησιαστικὰ δόγματα· ὥστε ποτὲ καὶ κατὰ Κωνσταντινούπολιν ἐκκλησιαζοντα φάναι τὸ σῶμα τοῦ κυρίου. ἀνακραθὲν τῇ θεότητι, εἰς τὸ ἀδηλότατον κεχωρηκέναι, ὃν τρόπον καὶ γάλακτος ξέστης τῷ παντὶ τῆς θαλάσσης ἐπιβληθεὶς συστήματι.

[*](1 f vgl. Eunom. bei Gregor. Nyss. C. Eunom. I PG 45, 297 C 4 — 3 ff vgl. (Tregor. Nyss. ebd. V PG 45, 708 C. Adv. Apollinar. PG 45, 1221 D u. 1276 CD)[*](1 u. unt. Z. 10 vgl. Eunom.: φύρειν ὁμοῦ πάντα καὶ συγχεῖν | 3 κυρίου] υἱοῦ ed.)

14a. [zu Z. 1 ff] Stiidas s. v. Δημόφιλος· ἐπίσκοπος Κωνσταντινουπόλεως. ἄνθρωπος ἠν οἷος ἐμπεσὼν ὁμοῦ σύμπαντα φύρρειν ἀκόσμῳ φορᾷ καθάπερ ἄτακτος χειμάρρους, πολὺν έν τοῖς λόγοις τὸν συρφετὸν ἄγων. ὡς εἴσεταί τις ἐκ γοῦν τῆς ἐν τοῖς ἔτι σωζομένοις ὑπομνήμασιν αὐτοῦ γεγονυίας δημηγορίας· ἔνθα καὶ μᾶλλον εἰκὸς ἠν ἀσφαλείας αὐτὸν φροντίδα θέσθαι τινά ὡς ἐγγράφοις μνήμαις ἀναλαμβανομένων τῶν λεγομένων. ἐν τούτοις γοῦν ἄλλα τε πολλὰ διείλεκται ἄναρθρα, διαρρήδην δὲ ἐν τοῖς Περὶ πατρὸς καὶ υἱοῦ λόλοις, φησὶ γάρ·

»Υἱὸς μὲν πατρὸς θελήσει γεγεέννηται μόνου, ἀχρόνως, ἀμεσι- >τεύτως, ἴνα διάκονος γένηται καὶ ὑπηρέτης τῶν βουλημάτων πατρός. ἐπειδὴ γὰρ ὁ προγινώσκων θεὸς ἃ ἔμελλε πράττειν ἀδύνατα ἠν τῆς ἀκρατήτου τάξεως τοῦ μέλλοντος αὐτὰ ποιεῖν θεοῦ ἐν τῷ γενέσθαι μέλλοντα (ἢ γὰρ ἔδει αὐτὰ πάντα θεοὺς γενέσθαι πρὸς ἀξίαν τοῦ ποιοῦντος, καὶ ἐκ τούτων ἔμελλον εἶναι θεοί· ἢ ἔδει αὐτὰ γενόμενα λύεσθαι ὥσπερ κηρὸν πυρὶ θερμῷ προσαγόμενον) γέγονε μὲν οὖν μεσίτης τῶν τε ἐσομένων καὶ τοῦ γεγεννηκότος αὐτὸν

[*](20 ff vgl. Asterius bei Athanas. De decretis Nicaenae synodi 8 Anfang u. Orat. II c. Arianes 24 f — 24 vgl. Psal. 96, 5 u. oft im AT)[*](* 10 Ἄνθρωπος ἦν ὁ Δ. ὁ πατριάρχης Κωνσταντινουπόλεως οἷος — 12 πολὺν τὸν συρφετὸν ἄγων wiederholt Suidas s. v. Οἰον 1280, 3)[*](9 — S. 122, 33 πολλά] δημόφιλοσ· ἐπίσκοποσ κωνσταντινουπόλεωσ· ἄνθρωποσ δυνάμενοσ συμφέρειν ἤγουν οἰκονομεῖν übergeschrieben) τὰ (τὰ > Vi ὡσ ἄτακτοσ χειμάρρουσ πολὺν ἐν τοῖσ λόγοισ τὸν συρφετὸν ἄγων V u., mit unbedeutenden Fehlern, S | 10 ἄνθρωπος ἦν > BE | φέρειν AR | 12 ἐν > UBE | 14 μνήμαις > BE | 16 δὲ] τε BE | 18 γεγένηται 20 ἂ vor ὁ προγινώσκων ~ Portus | 22 μέλλοντα] μετέχοντα? Loofs; ob <μετέχειν> μέλλοντα? über diese verdorbene Stelle s. die folgende Randbemerkung von R zu Ζ. 20ff: οὐκ ἀσεβῆ ταῦτα μόνον, ἀλλὰ καὶ ἀσύντακτα; s. auch unt. Anm, zu S. 122, 33 πάντα > R | 24 θερμῷ πυρὶ ~ TB | πυρὶ > U >)
122

Phot. Πατρὶς δ᾿ ἠν ἡ Θεσσαλονίκη τῷ Δημοφίλῳ, καὶ τὸ ἄλλο γένος οὐκ ἄσημον. κατὰ δὲ τῶν λεγομένων Εὐνομιανμῶν πολὺς ἔρρει ταῖς κακώσεσιν ὁ Δημόφιλος. Ὅτι κατὰ τοὺς Οὐάλεντος χρόνους τῶν Ἑλληνικῶν χρηστηρίων τοῖς προσιοῦσιν ἀνεδίδοντο ψῆφοι κατάστικτοι γράμμασιν, ἂ συντιθέμενα τοῖς μὲν τὸν Θεοδόσιον ἐδόκει δηλοῦν, τοῖς δὲ τὸν Θεόδουλον, ἢ τὸν Θεόδωρον, ἤ τινα ἄλλον παραπλήσιον, μέχρι γὰρ τοῦ δέλτα τῶν γραμμάτων οἱ τύποι προήγοντο, λοξὰς τῶν διαμόνων, ὡς εἰώθασιν, ἐπ’ ὀλέθρῳ τῶν πειθομένων καὶ ἀναχωρήσει τῆς ἀποτυχίας τὰς ἀναρρήσεις ποιουμένων. διὸ καὶ Θεόδωρὸς τις, παρασυρεὶς τῇ ἀπάτῃ καὶ τυραννίδος ἐπιβαίνειν ἀρξάμενος, θᾶττον σὺν τοῖς ἑπομένοις ἀπώλετο· μεθ᾿ ὧν καὶ τῶν ἀναιτίων οὐκ ὀλίγους δίκας Οὐάλης ἀπῄτησεν, ὅτιπερ αὐτοῖς ἡ ἀρχὴ τοῦ ὀνόματος δι᾿ ἐκείνων τῶν γραμμάτων ἀνεγινώσκετο. 4–14 vgl. Ammian. Marcellin. XXIX 1 f. Zosira. IV 13 ff. Eunap. Fragm. 38 Socrat. IV 19. Sozomen. VI 35. Zonar. XIII 16, 37 ff. Cedren. I 548, 13. Suldas s. v. Ἰάκωβος 924, 19. Ps. Aurel. Victor Epit. 48, 3 f 5–9 s. ähnliche ücke bei Zonar. XIII 16, 40ff [zu Z. 5 f], Sozoraen. VI [zu Z. 7] u. Socrat, IV 19,2 [zu Ζ. Bf, vgl. besonders συνήθως λοξά] Suid. 20 θεοῦ ὁ υἱός, ἴνα συντάξας ἐαυτὸν καὶ συγκαταβαίνων τοῖς γινομένοις, ἀποτελέσεις τὸ βούλημα τοῦ πατρός· καὶ μεσίτης δὴ γεγένηται τοῦ >θεοῦ καὶ ἡμῶν τῶν δι᾿ αὐτοῦ γενομένων.‘ Ἐλάνθανε διὰ τούτων τοῦ τε θεοῦ τῶν ὅλων ἀσθένειαν καὶ βασκανίαν καταψευδόμενος καὶ τὸν υἱὸν πάντων τῶν κτισμάτων ἀποφαίνων καταδεέστερον. ὁ μὲν γὰρ ἀσθενὴς ἂν ἦν, κατὰ Δημόφιλον, εἰ βουληθεὶς ἔπειτα ἀπόρως εἶχε τοῖς πᾶσι τὸ εἶναι δωρήσασθαι· φθόνου δ᾿ οὐκ ἀπήλλακτο ἄν. εἰ ἐξὸν αὐτῷ θεοὺς τὰ πάντα ποιεῖν, ὁ δὲ ἐφαίνετο μηχανώμενος ὅπως μὴ ταύτης αὐτῷ τύχῃ τὰ γενησόμενα τῆς ἀξίας. τοῦ δέ γ᾿ αὐ παιδὸς οὐκ ἠν τῶν κτισμάτων οὐδὲν ὃ μὴ ἄμεινον ὑπάρχειν ἐδείχθη ἄν, εἴπερ γε μὴ δι᾿ ἑαυτὸν ἔτυχε γεγονώς, ἀλλὰ διὰ σκοπὸν καὶ χρείαν τῆς τούτων γενέσεως. ἅπαν γάρ τοι τὸ δι᾿ ἑτέρων γινόμενον χρείαν ἔλαττον ὑπάρχειν ἐκείνων ἀνάγκη, δι᾿ ἃ τοῦ εἶναι τυγχάνει. καὶ ἄλλα δὲ ἐληρῴδει πολλά

[*](21f 1 Tim. 2, 5 — 22 Joh. 1, 3 21 δὴ > ARBE | γεγένηται TUA γένηται RBE γεγέννηται 23 τοῦ . . . θεοῦ τῶν ὅλων vgl. unt. S. 126, 15 f u. Eunom. bei Basil. C. Eunom. 1 26 | τοῦ τε] τοῦτον BE | 28 ταύτης] »immo τῆς αὐτῆς« Bernhardy 30 ἐκεῖνον BE | 33 δέ ἃ] διὰ AR | nach τυγχάνει + ταῦτα τοίνυν οὐκ ἀσεβῆ μόνον, ἀλλὰ καὶ ἀσύμβατα TU, viell. ursprünglich, wie in R. (s. ob. Anm. S. 121, 22), Randbemerkung zu der schlechten Fassung des Citats des Demophilus)
123

16. Ὄτι Οὐαλεντινιανὸς τελευτᾷ, βασιλεύσας ἔτη δυοκαίδεκα, καὶ [*](Phot.) κληρονόμον τῆς ἀρχῆς Γρατιανὸν τὸν παῖδα καταλείπει. κατέλιπεν δὲ καὶ ἑτέρους δύο παῖδας Γάλλαν τε θυγατέρα καὶ Οὐαλεντινιανόν, τέτταρά που γεγονότα ἔτη· ὃν αὐτίκα ἥ τε μήτηρ Ἰουστῖνα καὶ ὁ κατὰ Παιονίαν στρατὸς βασιλέα ποιεῖ. Γρατιανὸς μέντοι γε τὴν ἀναγόρευσιν μαθών, ὅτι μὴ διὰ γνώμης αὐτοῦ γέγονεν, οὐκ ἐπῃνεσεν· ἀλλὰ καί τινας τῶν αὐτοῦ νεωτερισάντων ἐκολάσατο. ὅμως ἔστερξε τὸν ἀδελφὸν ἔχειν βασιλεύοντα, καὶ πατρὸς αὐτῷ τάξιν ἀποπληροῦν.

17. Ὅτι οἱ πέραν τοῦ Ἴστρου Σκυθαι, τῶν Οὔννων αὐτοῖς ἐπιστρατευσαντων, ἀνάστατοι γεγόνασι, καὶ πρὸς τὴν Ρωμαίων γῆν πρὸς φιλίαν ἐπεραιώθησαν. εἶεν δ’ ἂν οἱ Οὐννοι οὓς οἱ παλαιοὶ Νεβροὺς ἐπωνόμαζον, καὶ παρὰ τὰ Ῥιπαῖα κατῳκημένοι ὄρη, ἐξ ὡν ὁ Τάναϊς εἰς τὴν Μαιώτιδα λίμνην κατασυρόμενος τὸ ῥεῖθρον ἐκδίδωσιν.

[*](1–9 vgl. Ammian. Marcellin. XXX 10. Zosim. IV 19. Chronic, min. ed. 1 242 a. 375. Ps. Aurel. Victor Epit. 45, 10. Socrat. IV 31, 7 f. Sozomen. VI 36, 5. Rufin H. E. XI 12 — 10–S. 124, 10 vgl. Ammian. Marcellin. XXXI 113. IV —24. Eunap. Fragm. 41ff. Sozomen. VI 37–40. Socrat. IV 34—38. Rutin H. E. XI 13. Theodoret H. E. IV 12 u. 31–36. Ps. Aurel. Victor Epit. 46. Hieronym. Chronic, a. Abr. 2393ff. Malalas 343 – 12 f vgl. Herodot. IV 17 u. 105)[*](* 12–15 Niceph. H. E. XI 48 PG 146, 736 C)[*](7 »fortasse <κατ'> αὐτοῦ, nisi αὐτοῦ sumatur . . . pro illic, id est in Val.; s. Register αὐτοῦ | 8 »melius συμβασιλεύοντα« Val.; vgl. unt. Ζ. 31 f u. 30 | 10ff s. ähnliche ücke bei Sozomen, VI 37, 2 u. 5 | 13 νεβροὺσ, εβ durch Corr., B Νεβροὺς Nie. | ῥιπαῖα aus ῥιπυία corr. B Ῥιπαῖα Nie. | κατωκήμενοι sie B)

[zu Ζ. 3–8] Vgl. Theophan. 62, 2: Γρατιανοῦ δέ, τοῦ υἱοῦ αὐτοῦ, μὴ ἐκεῖσε, καὶ Οὐάλεντος ἐν Ἀντιοχείᾳ διάγοντος, τὸ εὑρεθὲν στρατόπεδον ἐν τῷ τόπῳ ἐν ᾧ ἐτελεύτησεν Οὐαλεντινιανὸς ὁ μέγας, Οὐαλεντινιανόν, τὸν υἱὸν αὐτοῦ, ὡς ἐτῶν δ᾿ ἀνηγόρευσαν Αὔγουστον, συμπαρούσης καὶ Ἰουστίνης, τῆς μητρὸς αὐτοῦ, ἐν τῇ Πανονίᾳ. τοῦτο μαθὼν Γρατιανὸς τὸν μὲν ἀδελφὸν αὐτοῦ εἶχε συμβασιλεύοντα μεθ’ ἑαυτοῦ, τοὺς δὲ ἀναγορεύσαντας διαφόροις τρόποις ἐτιμωρήσατο διὰ τὸ παρὰ γυώμην αὐτοῦ τοῦτο γενέσθαι.

Zonar. XIII 17,2–6: Ὄτε δὲ ὁ Οὐαλεντινιανὸς ἐτελεύτησεν, οὐ παρῆν οὑτος ὁ Γρατιανὸς) ἐπὶ τῷ θανάτῳ τῷ τοῦ πατρός. ἡ γοῦν στρατιὰ τηνικαῦτα τὸν νέον Οὐαλεντινιανὸν βασιλέα ἀνεῖπε τετραετῆ τότε τυγχάνοντα. ἐπανελθὼν δ’ ἐκ τῆς ἀποδημίας Γρατιανὸς τοὺς μὲν στρατιώτας ἐκάκισε καὶ τινας αὐτῶν καὶ ἐκάκωσε, κολάσας τοὺς τῆς τοῦ ἀδελφοῦ πρωτουργοὺς ἀναρρήσεως, ὠς ἄτερ γνώμης αὐτοῦ βασιλέως ὄντος ἄλλον ἀναγορεύσαντας. τὸν δὲ ἀδελφὸν αὐτὸν συνάρχειν οὐ παρῃτήσατο, ἀλλὰ κοινωνὸν τῆς βασιλείας προσείλετο.

124
[*](Phot.)

Οἱ δέ γε Σκύθαι, μεταναστάντες, ἀπὸ τοῦ μέτριοι τὰ πρῶτα εἶναι τοῖς Ῥωμαίοις εἰς τὸ λῃστεύειν ἐτράποντο· εἶτα καὶ πόλεμον ἀκήρυκτον εἵλοντο. Οὐάλης δὲ ταῦτα πεπυσμένος ἐξ Ἀντιοχείας ἀπαίρει, καὶ κατὰ Κωνσταντινούπολιν γεγονὼς ἐπὶ Θρᾴκην ἐλαύνει. καὶ μάχῃ συμπλακεὶς τοῖς βαρβάροις καὶ πολλοὺς ἀποβαλὼν ἀνὰ κράτος φεύγει. καὶ πάσῃ συχεθεὶς ἀμηχανίᾳ καὶ ἀπορίᾳ, ἔν τινι τῶν κατὰ ἀγροὺς οἰκημάτων χόρτον φέροντι σὺν ὀλίγοις τοῖς ἑπομένοις κατακρύπτει ἑαυτόν. οἱ δὲ βάρβαροι καταδιώκοντες, ὥσπερ τὰ ἄλλα τῶν έν ποσίν, οὕτω καὶ τὸ οἴκημα πυρὸς δαπάνην ἐτίθεντο. οὐδεμίαν περὶ τοῦ βασιλέως λαβόντες ὑπόνοιαν.

Ἀλλ᾿ ὁ μὲν οὕτως ἠφάνισται, τὸ πλεῖστόν τε καὶ κράτιστον τῆς Ῥωμαϊκῆς ἀρχῆς συναποκειράμενος· οἱ δὲ βάρβαροι πᾶσαν ἀδεῶς τὴν Θρᾴκην ἐληΐζοντο, Φριτιγέρνους αὐτοὺς ἄγοντος. ὁ δὲ Γρατιανὸς ἐκόψατο μὲν τὸν θεῖον, ἐθρήνησεν δὲ τὴν Ῥωμαίων συμφοράν· Θεοδόσιον δὲ βασιλέα χειροτονήσας εἰς τὴν τοῦ θείου βασιλείαν αναπεμπει.

Ὁ δὲ Θεοδόσιος τὰς Ἰσπανίας μὲν εἶχεν πατρίδας, ἃς νῦν Ἰβηρίας καλοῦσι, τοῦ δι’ αὐτῶν ῥέοντος Ἴβηρος ποταμοῦ τὴν προτέραν ἐκνικήσαντος ὀνομασίαν.