Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

8. Ὁ δὲ Εὐφράτης ποταμὸς ἐξ Ἀρμενίων κατὰ τὸ προφανὲς ἀνατέλλει, Phot. ἔνθα τὸ ὄρος ἐστὶν τὸ Ἀραράτ, ἔτι καὶ πρὸς Ἀρμενίων οὕτω καλούμενον, ἐφ᾿ οὗ κοὶ τὴν κιβωτὸν ἱδρυθῆναί φησιν ἡ γραφή· ἡς ἄχρι καὶ νῦν εἶναί φασιν οὐ μικρὰ λείψανα τῶν τε ξύλων καὶ τῶν ἥλων ἐκεῖσε σωζόμενα. ἐντεῦθεν καὶ ὁ Εὐφράτης ὀλίγος τὰ πρῶτα ῥυείς, προβαίνων ἀεὶ γίνεται μείςων, πλείστους ἐμβάλλοντας αὐτῷ ποταμοὺς εἰς τὴν ἑαυτοῦ προσηγορίαν συνεφελκόμενος. τὴν Ἀρμενίαν δὲ τήν τε μεγάλην καὶ τὴν μικρὰν διελθών, ἔπειτα πρόεισι, τέμνων μὲν πρότερον τὴν Συρίαν τὴν ἰδίως Εὐφρατησίαν καλουμένην, ἔπειτα μέντοι καὶ τὴν ἄλλην· καὶ ταύτην δὲ καὶ τὴν ἄλλην διαμειψάμενος, καὶ ἕλικα διασπῶν ὧν δίεισι ποικολωτάτην κλασθείς, ὁπηνίκα τῇ Ἀραβίᾳ πελάσει, ἐνταῦθα δὴ κυκλοτερῶς κατ’ ἀντικρὺ τῆς Ἐρυθρᾶς θαλάσσης παρενεχθεὶς καὶ χώραν οὐκ ὀλίγην ἐγκολπωσάμενος, ἔπειτα πρὸς καικίαν ἄνεμον ἐπιστρέφει τὸ ῥεῖθρον, ὅσπερ οὖν βορέου τε καὶ ἀπηλιώτου μέσος ἕστηκε. καὶ πρὸς τὸν Τίγρητα ποταμὸν ὁρμήσας οὐχ οἷός τέ ἐστιν αὐτῷ ὅλως συμμῖξαι, ἀλλὰ μοίραις τισὶν έν τῷ διὰ μέσου παραναλούμενος, τῇ ὑπολειπομένῃ, μεγίστῃ τε οὔσῃ καὶ ναῦς ἀνασχέσθαι δυνατωτάτῃ, τῷ Τίγρητι κατὰ Σούσας μάλιστα συμπίπτει. καὶ δὴ τῆς ἑαυτοῦ προσηγορίας ἀποπαυσάμενος, σὺν ἐκείνῳ πρὸς τὸν Περσικὸν κατασύρεται κόλπον. καὶ τὸ μεταξὺ τῶν δύο ποταμῶν τούτων, τοῦ τε Τίγρητος καὶ τοῦ Εὐφράτου, Μεσοποταμία τυγχάνει προσαγορευόμενον.

9. Ὅτι ὁ Τίγρης καὶ ὁ Εὐφράτης κατὰ μὲν τὸ ἐμφανὲς ὅθεν ἀναδύονται, εἴρηνται. ἡ δὲ ἱερὰ ἡμῶν γραφὴ ἐκ τοῦ Παραδείσου τούτους λέγουσα ὁρμᾶσθαι τὸ ἀληθέστατον ἱστορεῖ. καὶ γὰρ ἐξ αὐτοῦ τὰς πρώτας ἀρχὰς τῶν ῥείθρων φέροντες, ἄχρι μέν τινος προίασιν, ἴσως ὑπὲρ γῆν ῥέοντες· ἔπειτα δὲ τῆς μεγάλης ἐρήμου καὶ ἀμμωδεστάτης αὐτοὺς ἐκδεξαμένης, πρὸς τὸ βάθος ἐνταῦθα καταπινόμενοι, [*](1–21 vgl. Dionys. Per. Plin. N. H. V 83 ff — 2 f Gen. 8, 4 — 4 f Joseph. Antiqu. Jud. I 90ff. Euseb. Praep. Evang. IX 11 u. Onomastic. S. 2, 23 ff — 23 ff Gen. 2, 14. Vgl. Anonym, bei Dionys. Byz. ed. Wescher S. 122. Caesar. Dial. III 146f PG 3, 1096 f. Epiphan. Ancor. 58. Theodoret Quaest. in Gen, 29. Geogr. Rav. 1 8 * 23 [von ἡ δὲ an] — S. 38, 29 Cod. Laurent. 70, 5, Jhrdt XV, f. G3 = L 6 αὐτῷ Nie. αὐτῶν B | 10 καὶ ταύτην — > ed. | καὶ 12 so ohne Interpunction B, s. Register διασπῶ | 12 ob πελάσῃ oder πελάζει? 14 καικείαν ed. | ὅσπερ Nie. ὅπερ B | 15 τὸν > ed. | 16 αὐτῷ Nie. B | 17 ναῦς] ναυτῶν ed. | 24 τούτους] τίγριν τε καὶ εὐφράτην L* 26 γῆν BL γῆσ Μ wie unt. S. 39, 10 | μεγάλης ἐρήμου] ἐρήμου γῆσ L)

38
[*](Phot.)οὐ πρότερον ἵστανται τῆς ἐπὶ τὰ κάτω φορᾶς, πρὶν ἐπ᾿ αὐτὸ δὴ τὸ στεγανὸν καὶ πετρῶδες τῆς αὐτόθι καταντήσωσι γῆς. στάσιν δ᾿ αὐτοῖς τῆς ἐπὶ τὰ κάτω προχωρήσεως τῆς αὐτόθι κρηπῖδος παρασχομένης, ἐνταῦθα ἤδη τῶν ῥευμάτων αὐτοῖς συναγειρομένων, ὑπὸ πλήθους καὶ ἰσχύος τοῦ ἀεὶ ἐπιφερομένου τὸ πρόσω χωροῦσιν ἐπ᾿ εὐθὺ βιαζόμενοι. ἀλλ᾿ οὗτοι μὲν οἱ ποταμοὶ κατωρύχιοι πορευόμενοι, μοῖραν αὐτῶν οὐκ ὀλίγην τῆς έν μέσῳ γῆς ὑπεξαιρουμένης, ἀλάττους ἀπαντῶσιν ἤδη καὶ ἀσθενέστεροι ἐπὶ τοὺς τόπους τῶν ἀναδόσεων.

Καὶ τό γε μυχίους αὐτοὺς πλείστην ἐπιέναι γῆν, οὐκ εἰκὸς ἀπιστεῖν. πολλὰ γάρ έστιν καὶ ἄλλα ῥεύματα πανταχοῦ καὶ τῶν σφόδρα μεγίστων τε καὶ ἰσχυροτάτων ὑπὸ γῆν ἀφικνούμενα. δῆλον δέ· ἠχός τε γὰρ ἀπ᾿ αὐτῶν ἀκούεται μέγας σὺν ταράχῳ καὶ ῥοίζῳ πολλῷ φερομένων· ἀλλὰ καί τινες ὑπὲρ αὐτῶν φρέτατα ὀρυσσόμενοι, καὶ τῆς ἀπηντηκυίας αὐτοῖς πλακὸς κάτωθεν ἐπ᾿ ὀλίγον τρώσαντες, ὑφ ἣν τὸ ῥεῖθρον ἤδη καχλάζον τὴν ἐπὶ τὸ ἄνω φορὰν βιαζόμενον. μόλις γ᾿ ἀνελήφθησαν ὑπὸ τῶν ἐπὶ τοῦ χείλους τῆς φρεωρυχίας ἑστώτων ἀναρπασθέντες, καὶ τὸ ῥεῖθρον ἐφομαρτῆσαν εἰς ὀχετὸν προὐχώρησεν, ὑπ᾿ οὐδεμιᾶς ἀνομβρίας ἔτι παραλυπούμενον διὰ τὸ τῆς χορηγίας ἀένναον. ἡ γὰρ τοῦ θεοῦ ἀπόρρητος σοφία οἱονεὶ φλέβας χορηγοὺς τῶν ἀναγκαίων τὰς τῶν ῥείθρων διεκδρομάς, τὰς μὲν ἀφανεῖς, τὰς δὲ προδήλους, εἰργάστο. ταύτῃ ἄρα καὶ ὁ προφήτης ἐμελῴδησε Δαυΐδ· »αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν«· ὡς τὰς μὲν θαλάττας τοῖς μεγίστοις αὐτῆς κολπώμασιν οἷον ἀποθησαυρίσας, καὶ τὴν βάσιν αὐτῆς κρατυνάμενος πρὸς τὸ ἀνέχεσθαι τοσοῦτον ὄγκον καὶ πλῆθος τῶν ἐν αὐτῇ φερομένων· τοῖς δὲ ποταμοῖς τὴν διέξοδον ἀπόλυτον ταῖς εὐμηχάνοις αὐτῆς διαθέσεσι δοὺς ἀεί, ταῖς τῶν χωρίων ὑπαγωγαῖς τε καὶ ταπεινότησιν ἀπὸ τῶν ὑψηλοτέρων ἐπὶ τὰ χθαμαλώτερα τόπον τῇ ῥοπῇ τοῦ βρίθοντος ὕδατος παρασχών.

10. Ὅτι κεῖσθαι τὸν παράδεισον οὗτος εἰκασίᾳ χρώμενος λέγει κατὰ τὰς ἰσημερίας τῆς Ἡοῦς, πρῶτον μὲν ἐξ ὧν τὰ πρὸς μεσημβρίαν δῆλά ἐστι πάντα οἰκούμενα σχεδὸν μέχρι τῆς ἔξω θαλάττης, ἣν θάλατταν ὀ ἥλιος ἤδη ξυμφλέγει καθέτως ἐπ᾿ αὐτῇ τὰς ἀκτῖνας ἐρείδων· καὶ ἡ διὰ μέσου λεγομένη ζώνη τοῦτό ἐστιν. ἔτι δὲ καὶ διότι [*](22 f Psal. 23, 2 ünglich 23, 1 mit cifciert] — 30 ff Gen. 2, 8. Vgl. Anastas. Sin. Quaest. 127 PG 89, 780 3 κρηπῖδοσ L κριπῆδοσ B | 5 τὸ] τε ed. | 9 ὑπιέναι L | 14 τρώσαντεσ BL wohl nicht in τρήσαντες zu corrigieren? | 15 ob <ᾔει> ἤδη? | 18 προεχώρησεν L | 22 δαݲδ BL | 23 θαλάσσας ed. | 24 αὐτῆς1] αὐτοῖς ed. | αὐτῆς2 Val. αὐτοῖσ BL | 27 διδοὺσ L | 30 εἰκασίαις ed. | 33 καθέτως Holstein] κατ᾿ ἔτοσ B)

39
ὁ νῦν Ὕφασις καλούμενος ποταμός, ὃν ἡ γραφὴ Φησὼν ὀνομάζει,[*](Pbot.) καὶ αὐτὸς τοῦ Παραδείσου ἀναβλύζων, ἐκ τῶν ἀρκτῴων μᾶλλον τῆς Ἀνατολῆς μερῶν ἐπὶ τὴν μεσημβρίαν φαίνεται ῥέων κοὶ εἰς τὸν ταύτῃ Ὠκεανὸν τὸ ῥεῖθρον εἰσερευγόμενος, ἀντικρὺ τῆς νήσου Ταπροβάνης. οὗ παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ εὑρίσκεται τὸ λεγόμενον καρυόφυλλον, εἴτε καρπός, εἴτε δὲ καὶ ἄνθος τυγχάνει. καὶ πεπιστεύκασιν οἱ ἐκείνῃ τῶν ἐκ τοῦ Παραδείσου τοῦτο δένδρον εἶναι. καὶ γὰρ καὶ ἡ ὑπὲρ αὐτοὺς γῆ ἔγημός τέ ἐστι δεινῶς ἅπασα καὶ ἀκαρποτάτη. ἐκ δὲ τοῦ φέρειν τὸν ποταμὸν τὸ ἄνθος, ἐπίδηλον ἂν εἴη ὡς οὑτος ὁ ποταμὸς ὑπὲρ γῆς ἅπας ῥεῖ, μηδαμόθι καταδυόμενος· οὐ γὰρ ἂν τὸ ἐκεῖθεν φυόμενον ἠδύνατο φέρειν. ἔχει δέ τι κοὶ ἄλλο σύμβολον τῆς περὶ τὸν Παράδεισον γεηρᾶς ἐπιμξίας· φασὶ γὰρ ὡς ἐάν τις τύχοι πυρετῷ λάβρῳ φλεγόμενος, εἰς τὸν ποταμὸν βαπτισάμενος, παραυτίκα τοῦ νοσήματος ἀπαλλάττεται.

Ὁ δὲ Τίγρης καὶ Εὐφράτης, διότι καταδύουσιν καὶ πάλιν ἀνίσχουσιν, οὐδὲν ἐκεῖθεν δύνανται κομίζειν ὡς ὁ Ὕφασις. οὐδέ γε ὁ Νεῖλος· καὶ γὰρ καὶ τοῦτον ἐκεῖθεν ῥεῖν ἡ Μωσέως ἐπίπνοια λέγει, Γηὼν αὐτὸν ὀνομάζουσα· ὃν οἱ παρ᾿ Ἕλλησιν Αἰγύπτιον ἐκάλουν. οὑτος, ὡς ἔστι συμβαλεῖν, ἐξορμῶν τοῦ Παραδείσου, πρὶν ἐπὶ τὸ οἰκούμενον φυάσαι καταδυόμενος, ἔπειτα τὴν Ἰνδικὴν θάλατταν ὑπελθὼν ἔτι καὶ κύκλῳ γε αὐτὴν περιελιχθείς, ὡς εἰκάσαι (τίς γὰρ ἀθνρώπων ἀκριβώσειε τοῦτο;) καὶ ὑπὸ πάσαν τὴν ἐν μέσῳ γῆν ἐνεχθεὶς μέχρι τῆς Ἐρυθρᾶς θαλάσσης καὶ ταύτην ὑποδραμών, ἐπὶ θάτερον αὐτῆς ἐκδίδοται μέρος ὑπὸ τὸ τῆς Σελήνης καλούμενον ὄρος. έν ᾡ δύο πηγὰς λέγεται ποιεῖν μεγάλας, ἀλλήλων οὐκ ὀλίγον διεστηκυίας, κάτωθεν βιαίως ἀναρυβδουμένας. καὶ διὰ τῆς Αἰθιοπίας ἐνεχθεὶς ἐπὶ τὴν Αἴγυπτον χωρεῖ, διὰ πετρῶν ὑψηλοτάτων καταραττόμενος.