Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

6. Ἐκ δὲ ταύτης τῆς μεγάλης Ἀραβίας εἰς τοὺς Αὐξουμίτας καλουμένους ἀπαίρει Αἰθίοπας, οἳ κατὰ τὰς πρώτας ὄχθας κατῴκηνται τῆς Ἐρυθρᾶς θαλάσσης, ἣν ὁ ταύτῃ Ὠκεανὸς εἰσκολπιζόμενος ἐργάζεται πᾶσαν. ἡ μέντοι Ἐρυθρὰ ἐπὶ πλεῖστον μηκυνομένη, εἰς δύοτινὰς ἀπομερίζεται κόλπους. καὶ τὸ μὲν αὐτῆς ἐπ᾿ Αἰγύπτου χωρεῖ Κλύσμα, καθ’ ὃ τελευτᾷ τὸ ἐπώνυμον φέρον· δι᾿ οὑ πάλαι καὶ τὸ Ἰσραηλιτικὸν φεύγοντες τοὺς Αἰγυπτίους, ἀβρόχῳ τὸ ῥεῖθρον διεπεραιώθησαν ποδί· τὸ δὲ ἕτερον μέρος ἐπὶ Παλαιστίνης ἔρχεται κατὰ πόλιν Ἀειλὰ ἐκ παλαιοῦ καλουμένην. ἀλλὰ τὰ ταύτης τῆς Ἐρυθρᾶς θαλάσσης ἐν ἀριστερῷ τοῖς ἔξωθεν Αὐξουμῖται κατέχουσιν, ἀπὸ τῆς μητροπόλεως οὕτω κληθέντες· Αὔξουμις γὰρ αὐτοῖς ἡ μητρόπολις. πρότεροι δὲ τούτων τῶν Αὐξουμιτῶν ἐπὶ τὸν ἐξωτάτω πρὸς ἀνατολὰς καθήκοντες Ὠκεανὸν παροικοῦσιν οἱ Σύροι, ταύτην τὴν κλῆσιν καὶ παρὰ τοῖς ἐκεῖσε φέροντες. Ἀλέξανδρος δὲ παρὰ τούτοις ὁ Μακεδὼν ἐκ τῆς Συρίας ἀναστήσας, ἐνταυθοῖ κατῴκισεν· οἳ καὶ νῦν ἔτι τῇ πατρῴῳ φωνῇ κέχρηνται. μέλανες οὐν εἰσι δεινῶς ἅπαντες, ὀξείας αὐτοῖς τῆς ἀκτῖνος τοῦ ἡλίου καθαπτομένης. παρὰ τούτοις ἥ τε ξυλοκασσία μάλιστα γίνεται καὶ ἡ κασσία καὶ τὸ κάσαμον καὶ τὸ κιννάμωμον, καὶ δὴ καὶ ἐλεφάντων πλῆθον.

Πρὸς μὲν τούτους ὁ Θεόφιλος οὐκ ἀφίκετο· τοῖς Αὐξουμίταις δὲ παραγεγονὼς καὶ τὰ ἐκεῖσε καταστησάμενος, τῆς ἐπὶ Ῥωμαίους ἀνα- [*](17 ff Exod. 14, 22 ff. Vgl. Euseb. Onomastdc. S. 44, 3 2 Διβοῦ ed. | 5 ἐπανωρθώσατο ed. | 7 ob ἐπιτάττει wie Gothofred.? | 10 ἀπαρατρὠτ(ουσ) B, corr. Gothofred. | 15 μηκυνομένη B, corr. Holstein 17 vor Κλύσμα interpungiert Val., nicht B | 19 ob Παλαιστίνην wie Nie? vgl. z. B. S. 89, 26 f | 20 τὰ Bidez] γὰρ B | 21 τοῖς] τῆς ed. | αὐξουμίται B | 25 δὲ παρὰ τούτοις] γὰρ τούτους vermutet Val., οὓς Ἀλέξανδρος ὁ Μακεδὼν ἐκ Συρίας ἀναστήσας ἐκεῖ κατῴκισεν Nie. | 30 κιννάμωμον B)

36
[*](Phot.) κομιδῆς εἴχετο. πολλῆς δὲ τῆς τιμῆς παρὰ τοῦ βασιλέως μετὰ τὴν ἐπάνοδον ἀξιωθείς, πόλιν μὲν ἰδίαν ἐφορᾶν οὐκ ἐκληρώσατο· κοινὸν δ’ ὥσπερ ἄγαλμα δι᾿ ἀρετὴν τοῖς ὁμοδόξοις ἐβλέπετο.

7. Ὅτι ἐπὶ τῷ στόματι τῆς Περσικῆς θαλάσσης, ἣν ὁ ταύτῃ Ὠκεανὸς εἰσέχων ἀποτελεῖ, μεγίστην τε οὖσαν καὶ ἔθνη κύκλῳ πολλὰ περιβαλλομένην, ἄλλοι τε μέγιστοι ποταμοὶ καὶ ὁ Τίγρης τοῖς ῥείθροις ἐμβάλλει· ὃς πρὸς ἀπηλιώτην καὶ κάτωθεν τῆς Ὑρκανίας θαλάσσης ἐν Κορδυαίοις μὲν τὰς ἐμφανεῖς ἀναδόσεις λαμβάνει παρὰ τὴν Συρίαν ἑλκόμενος, ἐπειδὰν δὲ γένοιτο κατὰ τὴν Σουσίδα γῆν, ἐνταῦθα τοῦ Εὐφράτου τὸ ἑρῖθρον αὐτῷ μιγνύντος, μέγας ἤδη τοῖς χεύμασι χωρήσας πρόεισι παφλάζων· ὅθεν αὐτόν φασιν καὶ τοῦ θηρίου τοῦ τίγρητος λαβεῖν τὸ ἐπώνυμον. πρὶν ἢ δ᾿ ἐπὶ θάλατταν καταβαίνει, οχίζεται εἰς δύο μεγόλους ποταμούς· ἔπειτα δυσὶ τοῖς ἐσχάτοις στόμασιν ἀλλήλων διειργομένοις εἰς τὴν Περσικὴν θάλατταν ποιεῖται τὰς ἐκβολάς, γῆν ἐν μέσῳ πλείστην περιτεμνόμενος καὶ νῆσον αὐτὴν ποιῶν ποταμίαν τε ἅμα καὶ θαλαττίαν, ἣν ἔθνος ἐνοικεῖ τῶν Μεσηνῶν ἐπικαλούμενον.

[*](11 f vgl. Euseb. Onomastic. S. 164, 9 f * 4– S. 42, 35 Niceph. H. E. IX 5 εἰσέχων, έχ aus χ corr., B | 6 Τίγρις Nie. u. ed. | 8 Κορδιαίοις ed. π(αρὰ) B | 9 ἐπειδ᾿ ἂν δὲ B] ἐπεὶ δ’ ἂν ed. | 10 αὐτῷ Nie. αὐτὸ B | 15 περιτεμόμενοσ B, corr. Reading)

6a. [zu Z. 1 — 3] Suidas s. v. Θεόφιλος 1150, 9: Θεόφιλος· οὑτος ἀπὸ Ἰνδῶν ἐπανελθὼν ἐν Ἀντιοχείᾳ διῆγεν, ἐκκλησίαν μὲν ἀφωρισμένως οὐδεμίαν ἔχων αὐτός, κοινὸς δέ τις ὤν, καὶ πάσαις αὐτῷ μετ’ ἀδείας ἐπιφοιτᾶν ὡς ἰδίαις ἐξόν, βασιλέως τε αὐτὸν ἐς τὰ μάλιστα διὰ τιμῆς τε πάσης καὶ αἰδοῦς ἄγοντος καὶ τῶν ἄλλων ἁπάντων, ὁπόσοις ἐπισταίη, μετὰ πάσης προθυμίας αὐτὸν ὑποδεχομένων καὶ τὸ τῆς ἀρετῆς αὐτοῦ μέγεθος καταπληττομένων. ἦν γὰρ ὁ ἀνὴρ κρείσσων ἢ ὡς ἄν τις δηλώσειε λόγῳ, ὡς ἄν τις τῶν ἀποστόλων εἰκών. λέγεταί γέ τοί ποτε καὶ νεκρὸν ἀναστῆσαι ἐν Ἀντιοχείᾳ Ἰουδαίας τινός. Θαλάσσιος δὲ τοῦτό φησι τῶν ἐπ᾿ οὐκ ὀλίγον τἀνδρὶ συγγενομένων χρόνον, καὶ ἥκιστα δὴ εἰς τὰ τοιαῦτα ψεύδεσθαι ὕποπτος ὤν, ἄλλως τε καὶ ἔχων οὐκ ὀλίγους τῶν κατ᾿ αὐτὸν αὐτῷ γενομένων χρόνον τοὺς ἐπιμαρτυροῦντας.

[*](6a fehlt in Tu, von zweiter Hand in A (= A2) | 24 ἐκκλησία SV | 24/25 ἀφωρισμένοσ B ἀφωρισμένην E | 26 τε > A2RBE | 28 αὐτῶν S | 33 συγγινομένων E | nach δὴ + καὶ S)
37