Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

12a. Vita Constantini Cod. Angelic. A f. 39v [Franchi de’ Cav. 104] : Πλείστης δὲ τὴν μητέρα ὁ Κωνσταντῖνος ἡξίου τιμῆς ὡς καὶ πόλιν αὐτῇ κτίσαι ἐπώνυμον, ἥτις ἐστὶν ἐν δεζιᾷ <τοῦ τῆς> Νικομηδείας κόλπου, αὐτῆς ἐκείνης τὸ χωρίον ἀσπασμένης κατ’ ἄλλο μὲν οὐδέν, διὰ δὲ Λουκιανὸν τὸν τοῦ Χριστοῦ μεγαλώνυμον μάρτυρα.

[*](35 <τοῦ τῆς> Βidez | 36 nach αὐτῆς interpungiert A)
25

13. Ὅτι τὸν μάρτυρα Λουκιανόν φησι μέλλοντα τελευτᾶν, καὶ [*](Phot.) μήτε ναὸν μήτε θυσιαστήριον τῆς τυραννικῆς βίας παρεχούσης, ἀλλὰ μηδὲ αὐτοῦ κινεῖσθαι τῶν δεσμῶν καὶ πληγῶν συγχωρούντων, ἐν τῷ οἱκείῳ στέρνῳ ἀνακείμενον τὴν φρικτὴν θυσίαν τελεσάμενον, οὕτω τε αὐτὸν μετασχεῖν καὶ τοὺς ἄλλους μεταλαβεῖν τοῦ ἀχράντου θύματος ἐπιτρέψαι. ἐτελέσθη δὲ ἡ ἱερουργία ἐν τῇ εἱρκτῇ, τοῦ κυκλώσαντος αὐτὸν ἱεροῦ χοροῦ ὡς ἤδη ἀποβιοῦντα ἐκκλησίας σχῆμα καὶ ἀσφάλειαν τοῦ μὴ καθορᾶσθαι τὰ δρώμενα παρὰ τῶν ἀσεβούντων ἀναπληροῦντος.

14. Τούτου τοῦ μάρτυρος πολλοὺς μὲν καὶ ἄλλους μαθητὰς ἀναγράφει. οἷς καὶ Εὐσέβιον τὸν Νικομηδείας καὶ Μάροιν τὸν Καλγηδόνοςε καὶ τὸν Νικαίας Θέογνιν συντάττει καὶ Λεόντιον, τὸν ὕστερον γεγονότα τῆς Ἀντιοχείσας ἐπίσκοπον, καὶ Ἀντώνιον, τὸν Ταρσοῦ τῆς Κιλικίας, καὶ Μηνόφαντον καὶ Νοομίνιον καὶ Εὐδόξιον· οὐ μὴν ἀλλὰ καὶ Ἀλέξανδρον καὶ Ἀστέριον τὸν Καππαδόκην· οὕς καὶ ἐλληνίσαι φησὶν ἐνδόντας τῇ τῶν τυράννων βία, ὕστερον δὲ ἀνακαλέσθαι τὴν ἧτταν, συλλαβομένου αὐτοῖς πρὸς τὴν μετάνοιαν τοῦ διδασκάλου.