Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

11. Ὅτι τὸ δυσσεβὲς οὗτος τοῦ ψεύσους ὄργανον, Ἀλεξάνδρου τοῦ Ἀλεξανδρείας τελευτήσαντος καὶ ψήφων ἄλλων ἐπ' ἄλλους φερομένων, καὶ χρόνου τινὸς ἐπὶ τοῦτο παρατεινομένου, τὸν θεῖον Ἀθανάσιόν φησι περὶ δείλην ὁψίαν εἰς τὴν Διονυσίου καλουμένην ἐκκλησίαν εἰσπηδήσαντα, καὶ δύο τινὰς τῶν Αἰγυπτίων ἐπισκόπων

[*](6—8 vgl. Theodoret H. E. I 19, 1—2. Alexand. Monach. Invent. PG 87, 4065 A 9. Theophan. 32, 28 — 9 ff vgl. Sozomen. II 17, 4 u. 25, 6. Athanas. Apol. c. Arianes 6. Socrat. I 23, 3)[*](* 2—4 Niceph. H. E. ebd. 20 Β)[*](1 ῥώμαν B Nic. wohl in 'Ρώμα wie unt. Ζ. 27 zu ändern, 'Ρώμην ed. | 4 πολιτελῶσ B | 8 μεταστῆσαι B in μεταστῆναι wohl zu corrigieren; Constantin war gestorben; s. unt. S. 27 f; wir können leider nicht wissen, ob Philostorgius die Arianische Erzählung [Sozomen. III 3, 1] über Paulus’ Ränke erwähnt hatte | 11 »malim ἐπὶ τούτῳ« Val. | 13 ἐσπηδήσαντα ed.)[*](Vit.c.)

Κωνσταντῖνος παραγενόμενος τὸ δόρυ τε ἐπἠξατο καὶ ἔφη διαρρήδην· »ἕως ἐνταῦθα«, ἔνθα καὶ νῦν εἰσιν αἱ μεγάλαι πύλαι τῆς πόλεως.

Τὴν δὲ πόλιν κτίσας ἔνδοξον αὐτὴν ἐκάλεσε 'Ρώμην, οὕτω κατὰ τὴν τῶν Ἰταλῶν γλῶτταν »Ἄλμα 'Ρώμα« τὴν προσηγορίαν αὐτῇ θέμενος. καὶ βουλήν τε ἐν αὐτῇ σύγκλητον ἱδρύσατο καὶ σιτηρεσίου δαπάνην πολυτελεστάτην τοῖς οικήτορσι κατένειμε, καὶ τὸν ἄλλον ἐν αὐτῇ τῆς πολιτείας κατεστήυσατο κόσμον, ὡς ἀρκεῖν εἰς ἀντίπαλον κλέος τῇ προτέρᾳ 'Ρώμῃ.

[*](28 vgl. Chronic. Paschal. a. 330 S. 529, 15. Theophan. 28, 24 — 28 ff vgl. Chronic. Paschal. a. 337 S. 533, 12. Zosim. II 30ff Sozomen. II 3, 5 ff)[*](27 ἱταλῶν A | ἅλμα A)
23

εὑρόντα τὰς πύλας τε κατὰ ὀχυρώτατον μετὰ τῶν συστασιωτῶν [*](Phot.) ἐπικλεισάμενον, οὕτω τὴν χεροτονίαν ὑπελθεῖν· τῶν χειροτονούντων πολλὰ μὲν ἀνανευόντων, τῆς δὲ προσαγομένης αὐτοῖς βίας μείζονος τῆς βουλῆς καὶ τῆς δυνάμεως γεγενημένης, τὸ δοκοῦν Ἀθανασίῳ ἐπιτελεσθῆναι. καὶ ὡς ὁ παρὼν τῶν ἐπισκόπων ἄλλος ὅμιλος διὰ τὴν τοιαύτην αἰτίαν τῷ ἀναθέματι τοῦτον παρεπέμψαντο. τὸν δὲ Ἀθανάσιον κρατυνάμενον τὰ καθ᾿ ἑαυτόν, ὡς ἀπὸ τοῦ κοινοῦ τῆς πόλεως πρὸς βασιλέα γράψαι τὴν εἰς τὴν ἀρχιερωσύνην ἀνάρρησιν αὐτοῦ. τὸν δὲ νομίσαντα κοινῆς βουλῆς εἶναι τὸ γράμμα. ἐπιψηφίσαι τὴν κατοχὴν τοῦ θρόνου.

Ὕστερον δὲ μαθόντα τὰ πεπραγμένα, εἰς Τύρον τῆς Φοινίκης αὐτὸν ἐξαποστεῖλαι, τῷ ἐκεῖσε συνεδρίῳ λόγον ὧν ἔδρασεν δώσοντα. καὶ μόλις μὲν οὖν εἶξαι ταῖς βασιλείοις ἀπειλαῖς τὸν Ἀθανάσιον. εἴξαντα δ᾿ οὖν καὶ παραγενόμενον εἰς Τύρον τὴν μὲν δίκην οὐκ εἰσέρχεσθαι· γύναιον δέ τι μισθωσάμενον ἑταιρικόν, ἤδη τῷ τῆς γαστρὸς ὄγκῳ τὴν ἀκολασίαν στηλιτεῦον, ἐπαφεῖναι διαμηχανᾶσθαι τῷ Εὐσεβίῳ, ὃς τοῦ ἐκεῖσε συνεδρίου κορυφαῖος ἐνομίξετο· τῷ διὰ τὴν συκοφαντίαν ὡς εἰκός, ἐμπεσόντι θορύβῳ καὶ ταράχῳ τήν τε δικην ὑπεκκλέψαι καὶ τὴν κρίσιν ἐκφυγεῖν διανοούμενον.

Φωραθῆναι δὲ τὴν συσκευὴν ὁ τοῦ ψεύδους φίλος ἀναγράφει δι᾿ ἧς μεθόδου φασὶν οἱ εὐσεβεῖς τὸ κατὰ τοῦ μεγάλου Ἀθανασίου μισθωθὲν παρὰ τῶν δυσσεβῶν πορνίδιον διελεγχθῆναι. τὸν μὲν γὰρ Εὐσέβιον διαπυνθάνεσθαι τῆς ἑταρίδος εὶ γινώσκει αὐτῆς τὸν φρορέα· τῆς δὲ καὶ μάλα διατεινομένης, προσαναπυθέσθαι εἰ ἄρα γε τοῦτον ὁ παρὼν χορὸς ἔχει. τὴν δὲ φάναι· »εὐφήμει, ὦ δέσποτα· οὐ γὰρ

[*](11 f vgl.Sozomen. II 25, 2.6 — 14f vgl. Sozomen. II 25, 18 — 21 οἱ εὐσεβεῖς Sozomen. ΙΙ 25 u. Theodoret H. E. I 30. Rufin H. E. X 18)[*](6 ἀναθήματι ed. | 9 ἀνάρρησιν M ἀνάρρασιν B | 13 ταῖς Migne τοῖσ B | 14 τὴν] τοὺς ed. | 19 ὑποκλέψαι ed. | διανοούμενον Val. διανοούμενοσ B | 25 χορὸς Holstein] χρόνοσ B)

11a. [zu Ζ. 7 — 10] Vita Constantini Cod. Angelic. A f. 36v: Τοῦ δὲ μεγάλου Ἀθανασίου χειροτονηθέντος, τὸ τῆς πόλεως ψήφισμα δεξάμενος ὁ μέγας Κωνσταντῖνος ὁ βασιλεὺς ἢσθη τε καὶ γράφει τοῖς Ἀλεξανδρεῦσι τὴν δύναμιν ταύτην· >Ἐντυχὼν τῷ πεμφθέντι παρ᾿ ὑμῶν >φηφίσματι περὶ τῆς τοῦ ἐπισκόπου προαφωγῆς, καὶ μαθὼν ὡς καθ’ >ἡδονὴν ὑμῖν ἅπασιν τὸ πρᾶγμα κεχώρηκε καὶ οὕτω πρὸς ἁπάντων >ὑμῶν συμφώνως ὁ ἀνήρ ἐστιν ἀγαπώμενος, ἥδομαί τε καὶ αὐτὸς (τί >γὰρ οὐ μέλλω;) καὶ κρίνω κύρια κύρια καὶ βέβαια μένειν, ἅπερ >αὐτοὶ κοινῶς εἵλεσθε ψηφισάμενοι.<

24
[*](Phot.)

ἔγωγ’ ἂν μαινοίμην, ἀνδρὼν τοιούτων αἰσχρὰς ἡδονῆς δουλείαν ὥστε καταγνῶν«. εἶτ’ ἐντεῦθεν ἀρζαμένης παραγυμνοῦσθαι τῆς ἀληθείας, τὴν ὅλην συσκευὴν ἀνακαλυφθῆναι. καὶ τὸν μὲν Εὐσέβιον κρείττω συκοφαντίας πάσης ὀφθῆναι· τὸν δὲ Ἀθανάσιον, ἀντὶ τοῦ φυγεῖν τὴν δίκην, διπλῆς ἔνοχον ἀπελεγχθῆναι, προσλαβούσης τῆς οὐκ εὐαγοῦς χειροτονίας τὴν ἐναγεστάτην συκοφαντίαν. διὸ καὶ τὴν καθαιρετικὴν ψῆφον ὁμόφωνον κατ’ αὐτοῦ ἐξενεχθῆναι. ἐκεῖνον μέντοι γε προσαναισχυντεῖν, καὶ λέγειν ἀπεχθείᾳ τὴν καθαίρεσιν τοὺς συνεδρεύσαντας διαπράζασθαι ὥσπερ καὶ τὰς συκοφαντίας, διότι μὴ παρ᾿ αύτῶν ἀνάσχοιτο τὴν ἀρχιερατικὴν χειροθεσίαν ὑποστῆναι.

Διὸ καὶ τὸν βασιλέα ἐπιτρέψαι πάλιν ἐτέρᾳ συνόδῳ τὰ κατὰ τὸν Ἀθανάσιον ἐτασθῆναι. τοὺς δὲ καὶ ἕτερα τῶν ἐγκλημάτων ἐπισυναθροῖσαι· Καλλίνικόν τε γὰρ τὸν ὁμολογητήν, ἐπίσκοπον τοῦ Πηλουσίου, πέδαις σιδηραῖς ἐνδυσάμενον εἱρκτῇ καταθέσθαι, καὶ μὴ διαλιπεῖν προπηλακίζοντα ἕως ἂν αὐτὸν τοῦ ζῆν ἀπελάσοι, προσετίθεσαν ταῖς κατηγορίαις. ναὶ δὴ καὶ ἡ Ἀρσενίου χεὶρ τηνικαῦτα προεκομίσθη, καὶ ὁ Μαρεώτης καὶ ὁ Ἰσκύρας καὶ τὸ μυστικὸν ποτήριον, καὶ τὰ παραπλήσια τούτοις, ἐφ’ οἷς αὐτὸν καὶ ἐκκηρῦξαι τὸ συνέδριον καὶ ἀντ’ αὐτοῦ προχειρίσασθαι τὸν ἐκ Καππαδοκίας Γρηγόριον. ταῦτα μὲν οὖν ὁ φιλοφευδὴς Κακοστόργιος περὶ τοῦ ἁγίου τερατεύεται Ἀθανασίου.

12. Ὅτι, φησίν, ἡ τοῦ βασιλέως Κωνσταντίνου μήτηρ Ἑλένη ἐπὶ τῷ στόματι τοῦ τῆς Νικομηδείας κόλπου πόδιν ἐδείματο, Ἑλενόπολιν αὐτὴν ἐπονομάσασα· ἀσπάσασθαι δὲ τὸ χωρίον κατ’ ἄλλο μὲν οὐδέν, ὅτι δὲ Λουκιανὸς ὁ μάρτυς ἐκεῖσε τύχοι μετὰ τὸν μαρτυρικὸν θάνατον ὑπὸ δελῖνος ἐκκομισθείς.

[*](12ff vgl. Sozomen. II 28, 13 – 20f vgl. Epiphan. Haeres. 68, 10 Ende – 23—vgl. Symeon Passio Luciani 16 ff PG 114, 412. Chronic. Paschal. a. 327. 30 Theophan. 28, 3—4. Hieron. Chron. a. Abr. 2343. Socrat. I 17, 1)[*](*25–s. 25, 18 Niceph. H. E. VIII 31 PG 146, 120 BC)[*](8 πρὰνιχυντεῖν Β corr. M | 17 ναὶ] καὶ ed. | 18 [καὶ2] Loofs)