Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

7. Ὅτι, τελευτήσαντος Ἀρκαδίου, διάδοχος τῆς ἑῴας ἀρχῆς καμιδῇ νέος ὢν Θεοδόσιος ὁ παῖς ἀναδείκνυται. συνῆν δ’ αὐτῷ καὶ Πουλχερία ἡ ἀδελφὴ τὰς βασιλικὰς σημειώσεις ὑπηρετουμένη καὶ διευθύνουσα.

8. Ὅτι, Θεοδοσίου τῆς τῶν μειρακίων ἡλικίας ἐπιβεβηκότος, καὶ τοῦ μηνὸς Ἰουλίου εἰς ἐννέα ἐπὶ δεκάτῃ διαβαίνοντος, περὶ ὀγδόην τῆς ἡμέρας ὥραν ὁ ἥλιος οὕτως βαθέως ἐκλείπει, ὡς καὶ ἀστέρας ἀναλάμψαι· καὶ αὐχμὸς οὕτω τῷ πάθει συνείπετο, ὡς πολλῶν ανθρώπων καὶ τῶν ἄλλων ζῴων ἀσυνήθη φθορὰν πανταχοῦ φέρεσθαι.

Ἐκλείποντι δὲ τῷ ἡλίω φέγγος τι κατὰ τὸν οὐρανὸν συνανεφάνη, κώνου σχῆμα παραδυόμενον, ὅ τινες ἐξ ἀμαθίας ἀστέρα κομήτην ἐκάλουν. καὶ γὰρ ὡν ἐκεῖνος ἐδείκνυ οὐδὲν ἠν κομήτου παράσημον· [*](1 ff vgl. Oros. Histor. VII 42, 10–14. Olympiodor. 23. Hydat. u. Prosper Chronic. a. 413. Cod. Theodos. XV 14, 13 — 7–10 vgl. Sozomen. IX 1. Socrafc. VII 1, 1. Theodoret H. E. V 36, 2 f. Chronic. Paschal. u. Marcellin. Com. Chronic, a. 414 — 9 f vgl. Zonar. XIII 23, 19 –25. Leo Grammatic. 110, 4. Suidas s. v. Πουλχερία 383, 21 ff. Georg. Monach. 611, 5. Theophan. 101, 13 — 12 ff 16 ff vgl. Chronic, min. ed. Mommsen I 300 II 19 u. 74 a. 418) [*](* 13–S S. 147, 5 Niceph. H. E. XIII 36 PG 146, 1048 C) [*](1/2 nach δίκην ein Punct u. ein Raum von ca. 12 Buchstaben leergelassen in B, <ὁ δ’ Ἡρακλειανὸς> Holstein u. Gothofred. | 2 πλέον Val. πλο, viell. ο (oder ε?) durch Corr., B; s. Prolegomena | 4 vor οὐδὲ ein Raum von ca. 4 Buchstaben leergelassen in B, »<προνοίας ὅτι> οὐδὲν vel potius <δικης ὅτι> οὐδὲν« Val., der auch, teils nach Bochart, vorschlägt: < προνοίας ὅτι τὴν ἔννομον βασιλείαν> οὐδὲ | 5 τούτοις Bochart u. Val. | 8 δ’ Bs | 9 πουλχέριοσ, οσ in α corr., B | σημειώσεις vgl. Ζοnar. §20: λέγεται . . . ἀπροσέκτως βασιλέα τοῦτον ὑποσημαίνεσθαι τὰςγραφάς. ἡ δὲ (näml. ἡ Πουλχερία) παρῄνει αὐτῷ μὴ πᾶν τὸ προσαγόμενον βεβαιοῦν, ἀλλὰ τὰ γεγραμμένα προεπισκέπτεσθαι. | 12 Ἰουλίου Gothofred. ἰου B; »mit genauem Datum berichtet« Bell, ’s RE VI 2363, 49 Ι 17 σχῆμα vgl. σχῆμα unt. S. 146, 3 Ι 18 κομήτου Bidez καμήτ(ασ) B | καμήταις παραπλήσιον Val.)

146
[*](Phot.) οὔτε γὰρ τὸ φέγγος εἰς κόμην ἀπέβαινεν οὔτε ἀστέρι ὅλως ἐῴκει, ἀλλ’ οἶον λύχνου τις μεγάλη φλὸξ ὑπῆρχεν καθ’ ἐαυτὴν ὁρωμένη, μηδενὸς ἀστέρος θρυαλλίδος αὐτῷ τινος μορφὴν ὑποτρέχοντος· ἀλλὰ γὰρ καὶ τῇ κινήσει Παρήλλαττεν. καὶ γὰρ κινηθεὶς ὅθεν ὁ ἥλιος κατὰ ἰσημερίαν ἀνίσχει, ἐκεῖθεν τὸν κατὰ τῆς οὐρᾶς ἄρκτου τεταγμένον ἐσχατον ἀστέρα ὑπερενεγκὼν ἠρέμα προὔβαινεν ε πορευόμενος δυσμάς. ἐπεὶ δὲ διεμέτρει τὸν οὐρανόν, ἀφανὴς ἦν, πλείους τεσσάρων μηνῶν ἐξανυσθείσης αὐτῷ τῆς πορείας. ἡ δὲ κορυφὴ τοῦ φέγγους νῦν μὲν εἰς μῆκος μέγα ὡξύνετο ὡς ἐκβαίνειν τοὺς τοῦ κώνου λόγους, νῦν δὲ πρὸς τὸ ἐκείνου μέτρον συνεστέλλετο. καὶ ἄλλα δὲ παρεῖχεν τερατώδη θεάματα δι’ ὦν τῆς τῶν συνήθων φασμάτων ἐξηλάττετο φύσεως. ἤρξατο δὲ ἀπὸ μέσου θέρους σχεδόν τι μέχρι τῆς τοῦ μετοπώρου τελευτῆς.

Γέγονεν δὲ ἄρα καὶ τοῦτο τὸ σημεῖον πολέμων μεγάλων καὶ φθορᾶς ἀνθρώπων οὐ ῥητῆς. τῷ δὲ ἐξῆς ἔτει ἤρξαντο σεισμοὶ οὐ ῥᾴους ὄντες τοῖς προλαβοῦσι παραβαλεῖν, τοῖς δὲ σεισμοῖς καὶ πῦρ οὐρανόθεν συγκαταρρηγνύμενον πάσας ἐλπίδας σωτηρίας περιέκοπτεν· πλήν γε φθορὰν ἀνθρώπων οὐκ ἐνειργάσατο, ἀλλ’ ἡ θεία εὐμένεια πνεῦμα σφοδρὸν καθιεῖσα καὶ τὸ πῦρ πανταχόθεν περιελάσασα κατὰ τῆς θαλάσσης ἀπέρριψεν. καὶ ἦν ἰδεῖν ξένην θέαν, τῶν κυμάτων ἐπὶ πλεῖστον ὥσπερ τινῶν λασίων χωρίων χωρίων πυρὶ καταφλεγομένων, ἄχρι τελείως τὸ φλέγον ἐναπέσβη τῷ πελάγει.

9. Ὅτι κατὰ πολλοὺς τόπους τῶι, σεισμῶν γενομένων ὤφθησαν ὀροφαὶ οἰκιῶν ἀπ’ ἀλλήλων μετὰ μεγάλων πατάγων καὶ ἀραγμῶν διαστᾶσαι, ὡς καὶ τοὺς ἔνδον παρατυχόντας καθαρῶς τῇ καθαρῶς τὸν οὐρανὸν ὑποβάλλειν· καὶ μετὰ τὴν τοσαύτην διάστασιν οὔτως πάλιν ἁρμσθεῖσαί τε καὶ συναφθεῖσαι ὡς μηδεμίαν αἴσθησιν τοῦ ωεωτερισθέντος μηδενὶ παρασχεῖν. τὸ αὐτὸ δὲ τοῦτο πάθος καὶ περὶ τὰ ἐδάφη πολλαχοῦ συνηνέχθη. καὶ γὰρ σιτοβολῶνες τοὺς κάτωθεν οἰκοῦντας ἀπένιξαν, τὸν σῖτον αὐτοῖς ἀθρόον ἐπιχεάμενοι διὰ τῶν [*](2 ff vgl. ob. S. 129, 21 ff — 15 f vgl. vgl. Marcellin. Com. Chronic, a. 419. Hydat. Chronic, a. 418) [*](1 εἰσ κ(όμην ἐπέβαινεν B, corr. Nie. | 2 τις] ob τινὸς wie Val. übersetzt hat? vgl. τινὸς μεγάλου Nie. u. ob. S. 129, 24 | 5 ob <τῆς> ε ἄρκτου? Ι 13 τελευτῆσ, λ Corr., B | 14 ob [τὸ] wie Val. ? | πολέμων B Ι 17 πᾶσαν ἐλπίδα eA. Ι 24 ἀῤῥαγμῶν ed. | 27 ἁρμοθεῖσαί B, corr. Nie. | 29 σιτοβολῶνες Val. σιτοβολῶνες B)

147
πράτων· καὶ πάλιν οὕτως παρέσχον τὸ ἔδαφος ἡρμοσμένον, ὡς [*](Phot.) ἐξαπορεῖν ἄπαντας πόθεν ὁ φονεὺς ἐπερρύη σῖτος.

Καὶ ἄλλα δὲ τοιουτότροπα πάθη τηνικαῦτα ἐνεοχμώθη, δεικνύντα μὴ φυσικῇ τινι ταῦτα προελθεῖν ἀκολουθίᾳ, ὡς Ἑλλήνων παῖδες ληροῦσιν, ἀλλὰ θείας ἀγανακτήσεως μάστιγας ἐπαγεθῆναι.

10. Ὅτι διαφόροις ἐπιχειρήμασι κατασκευάζειν πειρᾶται τοὺς σεισμοὺς μήτε διὰ πλημμύραν ὑδάτων συνίστασθαι μήτε πνευμάτων ἐναπολαμβανομένων τοῖς κόλποις τῆς γῆς, ἀλλὰ μηδὲ γῆς τινος ὅλως παρεγκλίσει, μόνῃ δὲ τῇ θείᾳ γνώμῃ πρὸς ἐπιστροφὴν καὶ διόρθωσιν τῶν ἁμαρτανομένων. καὶ ταῦτά φησιν ἰσχυριζόμενον λέγειν, διότι τὰ τηλικαῦτα πάθη μὴ δύναται μηδέτερον τῶν εἰρημένων στοιχείων κατὰ φυσικὴν ἀποτελεῖν δύναμιν. ἐπεὶ θεοῦ γε βουληθέντος καὶ ψεκὰς ἂν ἡ σμικροτάτη προσπεσοῦσα καὶ νιφὰς ἡ κουφοτάτη τὸν Ὄλυμπον τῆς Μακεδονίας ἤ τι ἄλλο τῶν μεγίστων ὀρῶν κινήσειεν ἂν ῥᾳδίως. ἐπεὶ καὶ φαίνεται πολλάκις τὸ θεῖον ἐπὶ παιδίᾳ τῶν ἀνθρώπων τούτοις χρώμενον. τήν τε γὰρ Ἐρυθρὰν θάλασσαν, ῥᾷον ὂν ἀθρόον διαστῆσαι, νότῳ βιαίῳ πρότερον μαστιγώσας καὶ συνωθήσας οὕτω διέστησεν, τῇ τοῦ νότου φύσει μηδεμιᾶς δυνάμεως τοιαύτης ἐγκαθιδρυμέης, ἀλλὰ τῆς ἄνωθεν ῥοπῆς ὑπερφυῶς αὐτῷ χρησαμένης πρὸς τὸ οἰκεῖον βούλημα· καὶ ῥάβδος δὲ πηγὰς ἐκ πέτρας ναμάτων πλήττουσα προχέει, καὶ Ἰορδάνου ῥεῖθρα καθαίρουσι λέπραν, οὐ τῆς φύσεως αὐτῶν ταῦτα δρᾶν ἐνδυναμούσης, τοῦ δὲ πλάστου μεταπλάττειν ἕκαστον τῶν δημιουργημάτων πρὸς ἥν ἂν ἐθέλῃ χρείαν πολλὴν καὶ ἀκώλυτον ἔχοντος τὴν ἐξουσίαν.

[*](6—9 φ vgl. Ammian. Marcelliii. XVII 7, 9 ff — 17 Exocl. 14, 21 — 20 f 20, 11 — 21 ön. 5, 14)[*](* 12 [von ἐπεὶ an] — 24 Cod. Laurent. 70, 5, Jhrdt XV, f. 63 = L)[*](1 πόλων ed. Ι 2 ἐπερρυη, η kaum deutlich u. der Accent ausgewischt am Zeilenende, B ἀπερρύη Nie. u. M | 3 ἐνεωχμώθη B, corr. Nie. | ε 8 τῶν οι über die zwei ω geschrieben, B τοῖσ κόλποισ M | 12 φιλοστργίου vor ἐπεὶ als Titel rot geschrieben L | 13 ἂν > φ | 17 ὂμ L ὂν B διαστῆσαι, ῆσαι aus ήσει corr., L | 17/18 συνωθήσασ L συνωθίσασ B | 21 καθαίρουσι L καθέρουσι B | 22 αὐτῶν, ov über ῶν geschrieben, L | φ 23 L u., η durch Corr., B)
148
[*](Phot.)

11. ὍΤΙ μετὰ θάνατον Εὐδοξίου, ὃς τῆς ἐν Κωνσταντινουπόλει Εὐνομιανῆς συναγωγῆς ἐπῆρχεν, Λουκιανὸς ἀντικαθίσταται, παῖς ὢν ἀδελφῆς Εὐνομίου. τοῦτον δή φασιν, εἰς φιλαργυρίαν τε καὶ τὰ συγγενῆ ε κατολισθήσαντα πάθη καὶ τὴν ἐπ’ αὐτοῖς δίκην, ἀποσχίσαι μὲν τῆς ἄλλης ε Εὐνομιανῶν μοίρας, ἰδίας δὲ ἀρχηγὸν ἑαυτὸν ἀναδεῖξαι, καὶ συντάγματος οὐκ εὐκαταφρονήτου ἄρξαι, πάντων τῶν ἐπιρρήτων τε καὶ ποικίλοις πάθεσι καθωπλισμένων προς αυτον απερρυηκοτων. απερρυηκοτων.

12. Ὅτι Ὀνώριος ὁ βασιλεὺς Κωνστάντιον τὸν στρατηγὸν κατὰ τιμὴν τοῦ κήδους εἰς τὸ τῆς βασιλείας προσλαμβάνεται σκῆπτρον, ἤδη καὶ παῖδα Οὐαλεντινιανὸν τῆς Πλακιδίας αὐτῷ γειναμένης· ᾡ καὶ τὴν τοῦ ἐπιφανεστάτου περιῆψεν ὁ Ὀνώριος ἀξίαν. αἱ δὲ τοῦ Κωνσταντίου εἰκόνες, ὡς ὡς ἕθος ἠν τοῖς ἄρτι παρελθοῦσιν εἰς βασιλείαν πράττειν, ἀναπέμπονται πρὸς τὴν Ἑῴαν· ἀλλ’ ὅ γε Θεοδόσιος, οὐκ ἀρεσκόμενος τῇ ἀναρρήσει, οὐ προσίετο ταύτας. καὶ καὶ Κωνσταντίῳ, παρασκευαζομένῳ διὰ τὴν ὕβριν ἐπὶ πόλεμον, καὶ τῆς ζωῆς καὶ τῶν φροντίδων ἐπιστὰς ὁ θάνατος τὴν ἀπαλλαγὴν παρέχει, βασιλεύσαντι μῆνας ἕξ.

13. Ὅτι ἐν ὑπατείᾳ τοῦ βασιλέως Θεοδοσίου τὸ δέκατον καὶ Ὀνωρίου τὸ τρισκαιδέκατον αὐτὸς Ὀνώριος ὑδέρῳ τελευτᾷ καὶ Ιωάννης τυραννίδι ἐπιθέμενος διαπρεσβεύεται πρὸς Θεοδόσιον. ἀπράκτου δὲ τῆς πρεσβείας γεγενημένης, καὶ οἱ πρέσβεις ὑβρισθέντες ἄλλος ἀλλαχῆ κατὰ τὴν Προποντίδα φυγῇ προσετιμήθησαν. τὴν [*](3 ff vgl. Testament. Jes. Chr. I 8 Anfang — 9 — 18 vgl. Olympioclor. 34. Socrat. VII 24, 2. Sozomen. IX 16, 2. Procop. De bello Vandal. I 3 S. 320. Zonar. XIII 21, 9 f. Synops. 68, 30 — 10 vgl. Malalas 350, 6. Prosper Chronic, a. 420. Hydat. a. 419b — 11 vgl. Theophan. 83. 23 u. 84, 3. Marcellin. Com. Chronic, a. 419. Hydat. a. 419a. Prosper a. 418 — 17 f vgl. Theophan. 84, 8. Chronic, min. ed. Mommsen I 469. 630. 656 f II 20 — 20 vgl. Olympiodor. 41. Zonar. XIII 21, 17. Cedren. I 589, 6. Chronic, min. ed. Mommsen I 630, 17. Malalas 350, 20 — 21— ε S. 149 vgl. Socrat. VII 23 f. Olympiodor. 41u.46. Procop. De bello Vandal. 13 S. 321. Theophan. 97, 17. Zonar. XIII 21, 18. Malalas 350, 6. Marcellin. Com. u. Hydat. Chronic, a. 424 f) [*](* 1–8 Niceph. H. E. XIH 1 PG 146, 925 BC — 9—18 ε ebd. XIV 6 PG 1076A — 20— ε S. 149, 24 ebd. XIV 7) [*](2 ἐπῆρχε Lowth ὑπῆρχεν B, s. Register ἐπάρχω | 3 δὴ M δὲ Nie. δ. [verklebt] Β ob φησιν? | φιλαργυρίαν, ιλ aus υ corr., B | 4 ἐπ αὐτῆς ed. | 8 ἀπερρύκότων B | 14 πράττειν Μ πράττει . , ν vielleicht ausgewischt, B | 20 ὑδέρῳ wie Ζοnar. I 23 προετιμήθησαν B, ich corrigiere)

149
μέντοι Πλακιδίαν καὶ τὸν τρίτον Οὐαλεντινιανὸν μετὰ γὰρ Κων- [*](Phot) σταντίου θάνατον πρὸς τὸ Βυζάντιον ἀνεκομίσθησαν) ἀποστέλλει πρὸς τὴν Θεσσαλονίκην Θεοδόσιος, κἀκεῖ τὴν τοῦ Καίσαρος ἀξίαν τῷ ἀνεφιῷ παρατίθησιν, Ἀρδαβουρίῳ τῷ στρατηγῷ καὶ τῷ τούτου υἱῷ Ἄσπαρι τὴν κατὰ τοῦ τυράννου στρατηγίαν ἐγχειρίσας.

Οἳ δὴ καὶ συνεπαγόμενοι Πλακιδίαν τε καὶ Οὐαλεντινιανὸν καὶ τούς τε Παίονας καὶ τοὺς Ἰλλυριοὺς διελάσαντες, τὰς Σάλωνας, πόλιν τῆς Δαλματίας, ἀναιροῦσι κατὰ κράτος. ἐντεῦθεν ὁ μὲν Ἀρδαβούριος νηίτῃ στόλῳ κατὰ τοῦ τυράννου χωρεῖ. ὁ δὲ Ἄσπαρ τὴν ἱππικὴν δύναμιν συναναλαβὼν καὶ τῷ τάχει τῆς ἐφόδου κλέφας τὰς αἰσθήσεις, τῆς Ἀκυληιΐας μεγάλης πόλεως ἐγκρατὴς γίνεται, συνόντων αὐτῷ Οὐαλεντινιανοῦ τε καὶ Πλακιδίας.

Ἀλλ’ ὁ μὲν οὔτω τὴν μεγάλην ἀταλαιπώρως παρεστήσατο, τὸν δὲ Ἀρδαβούριον βίαιον ἀπολαβὸν πνεῦμα σὺν δυσὶν ἐτέραις τριήρεσιν εἰς χεῖρας ἄγει τοῦ τυράννου. ὁ δὲ πρὸς σπονδὰς ἀφορῶν φιλανθρώτως ἐκέχρητο τῷ Ἀρδαβουρίῳ. καὶ πολλῆς οὗτος ἀπολαύων τῆς ἀδείας, τοὺς ἀποστρατήγους τοῦ τυράννου, ἤδη καὶ αὐτοὺς ὑποκεκινημένους, τὴν ἐπιβουλὴν κρατύνει τὴν κατὰ τοῦ τυράννου· καὶ σημαίνει Ἄσπαρι τῷ παιδὶ παραγενέσθαι, ὡς ἐφ’ ἑτοίμῳ τῷ κατορθώματι. τοῦ δὲ θᾶττον σὺν τῷ ἱππότῃ στρατῷ παραγεγονότος καὶ μάχης τινὸς συρραγείσης, συλλαμβάνεται ὁ Ἰωάννης τῇ τῶν ἀμφ’ αὐτὸν προδοσίᾳ καὶ πρὸς Πλακιδίαν καὶ Οὐαλεντινιανὸν εἰς Ἀκυληΐαν ἐκπέμπεται· κἀκεῖ τὴν χεῖρα προδιατμηθείς, εἶτα καὶ τῆς κεφαλῆς ἀποτέμνεται, ἕνα τυραννήσας ἐπὶ τῷ ἡμίσει ἐνιαυτόν. τότε καὶ βασιλέα ὁ Θεοδόσιος τὸν Οὐαλεντινιανὸν ἀποστείλας ἀναγορεύει.

[*](1/2 Κωνσταντίνου ed. Ι 2 Βυζάντιον wie Olympiod. 40 Ι 3 τὴν 1 > ε ed. 4 περιτίθησιν Val., wohl i-ichtig; s. Register Ι 8 αἱροῦσι Nie. u. Val. Ι 10 συλ- λαβὼν ed. Ι 12 τε > λ ed. | 13 μεγάλην am Zeilenende, unter μεγάλης der Z. B, Fehler st. Ἀκυληΐαν? oder παρεστήσατο <πόλιν>? ε | 15 εἰς χεῖρας . . . τυράννου vgl. Socrat. VII 23, 6 Ι 17 ὑποστρατήγους Val.; »deest vox ad sensum perficiendum« e Lowth, richtig; ob ὑποστρατήγους 23 χεῖρα] δεξιὰν ed.)

13 a. [zu Z. 25] Photii Bibliotheca Cod. 40, ob. S. 3, Itf: Κάτεισι δὲ (näml. e ὁ Φιλοστόργιος) μέχρι τῶν Θεοδοσίου τοῦ χρόνων, κατ’ ἐκεῖνον τὸν χρόνον παυόμενος καθ’ ὅν Οὐαλεντιναῷ τῷ νέῳ τῷ Πλακιδίας καὶ Κωνσταντίου υἱῷ, Ὀνωρίου τελευτήσαντος, Θεοδόσιος τὰ τῆς Ῥώμης σκῆπτρα τῷ ἀδελφιδῶ ἐνεχείρισεν.

[*](33—37 ε vgl. ob. S. 4, 7—10 ε u. Olympiodor.)
150
[*](Phot.)

14. Ὅτι Ἀέτιος ὁ ὑτοστράτηγος Ἰωάννου τοῦ τυράννου μετὰ τρεῖς ἡμέρας τῆς ἐκείνου τελευτῆς βαρβάρους ἄγων μισθωτοὺς εἰς ξ΄ χιλιάδας παραγίνεται· καὶ συμπλοκῆς αὐτοῦ τε καὶ τῶν περὶ τὸν Ἄσπαρα γεγενημέηνς, φόνος ἑκατέρωθεν ε ἐρρύη πολύς. ἔπειτα ὁ Ἀέτιος Αέτιος πρὸς Πλακιδιαν καὶ Οὐαλεντινιανὸν καὶ τὴν τοῦ κόμητος ἀξίαν λαμβάνει· καὶ οἱ βάρβαροι χρυσίῳ καταθέμενοι τὴν ὀργὴν καὶ τὰ ὅπλα, ὁμήρους τε δόντες καὶ τὰ πιστὰ λαβόντες, εἰς τὰ οἰκεῖα ἤθη ἀπεχώρησαν.

[*](1—8 ε vgl. Chronic, min. ed. Mommsen I 471 u. 658 a. 425. Gregor. Τur. Franc. 11 8)[*](* 1—8 ε Niceph. H. E. XIV 7 PG 146, 1080 A 10)[*](4 ἐρρύη Nie. ἐρύη B | 8 nach ἀπεχώρησαν + τέλοσ σὺν θεῶ τοῦ παρόντοσ βιβλίου B)