Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius, Kirchengeschichte, Bidez, Hinrich, 1913

1. Ὅτι Δωρόθεος μέν, ὡς ἐρρέθη, τῆς Ἀντιοχείας ἠλάθη· οἱ δὲ ταύτης πρεσβύτεροι Ἀστέριός τε καὶ Κρισπῖνος καὶ τὸ ἄλλο πλήρωμα συνεδριάσαντες, συμπαρόντων αὐτοῖς καί τινων τῶν πέριξ πόλεων ἐπισκόπων, πέμπουσι πρὸς τοὺς ἀμφὶ τὸν Εὐνόμιον, τὴν κοινωνίαν αὐτῶν ἐπιξητοῦτες. οἱ δὲ ἀντεπιστέλλουσι μὴ ἄλλως αὐτοὺς παραδέξασθαι, εἰ μὴ τὴν ἐπ’ Ἀετίῳ καὶ τοῖς αὐτοῦ συγγράμμασι καταχειροτονίαν ἀποψηφίσονται· ε ἔτι δὲ καὶ διακάθαρσιν ε ἀπῄτουν συνεφύροντο γὰρ καί τισιν οὐ καθαροῖς διαιτήμασιν. οἱ δὲ τότε μὲν τὴν πρόκλησιν ε οὐ προσήκαντο· χρόνῳ δ’ ὅστερον καὶ εἰς τὸ ἐπ᾿ ε ἐκκλησίας τόν τε Εὐνόμιον καὶ τοὺς σὺν αὐτῷ μετεωρολέσχας αὐτοὺς καλοῦντες καὶ πλήρεις ἀπονοίας καὶ σκαιότητος, ἀνθ᾿ ε ὧν αὐτοῖς τοιαῦτα προτείνειν ἔγνωσαν.

2. Ὅτι τὸν ἀρχηγὸν αὐτῶν τῆς ἀσεβείας Ἄρειον ὁ συγραφεὺς διαβάλλει, ὡς πολυμερῆ καὶ πολυσύνθετον λέγοντα τὸν θεὸν τῶν ὅλων· οὐ γὰρ ὅσον ἐστὶ ὁ θεὸς καταλαμβάνεσθαι κηρύσσειν, ἀλλ’ ὅσον ἡ ἐκάστου δύναμις πρὸς κατάληψιν ἔρρωται. καὶ μήτε δὲ οὐσίαν αὐτὸν εἶναι δογματίζειν μήτε ὑπόστασιν μήτε ἄλλο μηδὲν ὡν ὀνομάζεται. καὶ τὴν ἐν Ἀριμήνῳ δὲ σύνοδον καὶ τὴν έν Κωνσταντινουπόλει τὰ αὐτὰ δοξάζειν, ἥτις τὴν τοῦ μονογενοῦς γέννησιν ἀγνωστο-

[*](16 f vgl. Arius bei Athanas. Orat. I c. Arianos 6. De synodis 15. Epist. ad episcop. Aegypti et Libyae 12 u. ob. 11 3 — 19 ff vgl. Athanas. De synodis SO. Socrat. II 41. Sozomen. IV 24. Theodoret H. E. II 21 u. 28)[*](* 2—13 ε Niceph. H. E. XII 8 PG 146, 769 ΑΒ)[*](2 ἐρρήθη Gothofred. | 3 τε > ε ed. | 5 τοὺσ Βs | 6/7 ob | 8 ἀποψηφίσωνται Migne | διακάθαρσιν Μ διὰ κάθαρσιν B | 10 πρόσκλησιν, erstes σ gestrichen, B | 15 f τὸν θεὸν τῶν ὄλων vgl. ob. S. 122, 23 u. Anm. dazu | 16 ob ὅσος? Ι 17 vgl. Arius bei Αthan. Or. Ι [u. Epist. ad episcop.]: ὥσπερ καὶ ἡμεῖς γινώσκομεν κατὰ τὴν ἰδίαν δύναμιν | ε 20 f ἀγνωστοτάτην aus corr. B)
127

τάτην πᾶσιν ἀπέφηνεν, τῶν γινομένων μόνον τὴν γνῶσιν αὐτῆς περι- [*](Phot.) στείλασα. αὕτη δ’ ἦν ἡ καταδικασαμένη καὶ τὸν Ἀέτιον.

3. Ὅτι οἱ ἐξ Ἀρείου τὴν πρὸς τὸν πατέρα τοῦ μονογενοῦς ὁμοιότητα εἰς πολλὰς αἱρέσεις διεσκίσαντο. οἱ μὲν γὰρ κατὰ τὸ προγινώσκειν ἑκάτερον ε ἔξασαν, οἱ δὲ κατὰ τὴν φύσιν, θεόν· ἄλλοι διότι ἐκ μὴ ὄντων ἑκάτερος ε αὐτῶν πέφυκε δημιουργεῖν. ἀλλὰ φησί, κἂν διαφέρειν δοκῇ, εἰς ὲν καταλήγει τὸ δοξάζειν ε τὸν υἱὸν τῷ πατρί. τούτους δέ φησι μετὰ τὸ κατατμηθῆναι ταῖς δόξαις καὶ εἰς πολλὴν ἄλλην ἀσχημοσύνην ἐκδιαιτηθῆναί φησι χρημάτων τε τὰς ἱερωσύνας καὶ διδόντας καὶ λαμβάνοντας, καὶ τὰς ὑπευθύνους καὶ σωματικὰς ἡδονὰς μεταδιώκοντας.

4. Ὅτι, φησίν, οἱ περὶ Εὐνόμιον τοσοῦτον τῶν εἰρημένων αἱρέσεων ἀπεκρίθησαν, ὡς μήτε βάπτισμα αὐτῶν μήτε χειροτονίαν προσίεσθαι. ἐβάπτιζον δὲ οἱ περὶ Εὐνόμιον οὐκ εἰς τρεῖς καταδύσεις, ἀλλ’ εἰς μίαν, εἰς τὸν θάνατον, ὡς ἔφασκον, τοῦ κυρίου βαπτίξοντες, ov ἅπαξ μὲν ἀλλ’ οὐχὶ δὶς ἢ τρὶς ὑπὲρ ἡμῶν ἀνεδδέξατο.

5. Ὄτι, φησίν, ὁ βασιλεὺς Θεοδόσιος Ἀρκάδιον τὸν υἱὸν νέον ὄντα κομιδῇ τὸ τῆς βασιλείας ἀξίωμα παρατίθεται. καὶ μετ᾿ ε οὐ Γρατιανὸς ὁ βασιλεὺς περὶ τὰς ἄνω Γαλατίας τῇ τοῦ τυράννου Μαξίμου συσευῇ ἀναιρεῖται. πολλὰς δὲ καὶ διαβολὰς ὁ συγγραφεὺς κατὰ Γρατειανοῦ ἀναπλάττει, ὡς καὶ τῷ Νέρωνι παρεικάζειν αὐτόν· οὐ γὰρ ἤρκεσεν αὐτῷ, ὡς ἔοικεν, ε τῆς ἐκείνου πίστεως τὸ ὀρθόδοξον.

6. Ὅρι Θεοδόσιος ὁ βασιλεύς, εὑρών τινας τῶν ἐν τῷ κοιτῶνι

[*](2 s. ob. IV 12 — 3—9 ε vgl. Socrat. V 23. ’ VII 17, 9 tf. Haer. Fab. IV 4. Ambros. De fide 1 6 — 13—16 ε vgl. Sozomen. VI 26, 2. Socrat. 24,6, Theodoret Haer. Fab. IV 3. Mansi ΙΙΙ 564 C. Epiphan. Haeres. 76 PG 42, 637 BC — 15 Röm. e 6, 3 — 17—20 ε vgl. Socrat. V 10, 5 u. 11, 2ff. Sozomen. VII 12, 2 u. 13, 1 ff — 20 f vgl. Ammian. Marcellin. XXXI 10, 18 f. Eunap. Fragm. 57. Ps. Aurel. Victor Epit. 47, 4. Zosim. IV 35, 2. Rufin H. E. XI 13 — 23 —S. 128, 10 vgl. Sozomen. VII 17, 1. Socrat. V 20, 4)[*](* 23— e S. 128, 20 Niceph. H. E. XII 29 PG 146, 840 A)[*](1 τ(ῶν) γινομένων μὄ ( wahrscheinlich = μόνον) B τὸν γινομένων μόνην Gothofred. τῷ γειναμένῳ μόνῳ Val., wohl möglich; e vgl.: οὖ ε τὴν Αthan.) οὐδεὶς γινώσκει εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν πατήρ Αthan. 1. 1. u. Socrat. II 41, 9; vgl. auch γειναμένου ob. S. 65, 5 u. oft | 5 κατὰ Bidez] τὸ B Ι θεὸσ B, corr. Gothofred. Ι 7 ὁμοιούσιον Val., aber s. Register | 8/9 φησι — φησι vgl. ob. S, 28, 9 ff Ι 18 περιτίθεται Bochart, wohl richtig; s. Register 1 19 π(ερὶ) Μ π(αρὰ) Β | 22 ἤρεσκεν Bochart, besser)
128
[*](Phot.)

αὐτοῦ τὰ Εὐνομίου στέργοντας, τούτους μὲν τοῦ παλατίου ἐλαύνει, τὸν δὲ Εὐνόμιον ἐκ τῆς Καλχηδόνος τὴν τακίστην τοὺς ἀρπασομένους ἐκπέμπει, καὶ πρὸς τὴν Ἀλμυρίδα φυγάδα ποιεῖν ἐγκελεύεται. τὸ δὲ χωρίον τῆς έν Εὐρώπῃ Μυσίας ἐστὶν ἐν κώρᾳ τοῦ Ἴστρου ε ἀλλ’ ἡ μὲν Ἁλμυρίς, κρυσταλλωθέντος τοῦ Ἴστρου, ὑπὸ τῶν διαβάντων αὐτὸν βαρβάρων ἁλίσκεται· ὁ δὲ Εὐνόμιος Εὐνόμιος εἰς Καισάρειαν τῆς Καππαδοκίας ὑπερορίζεται, ε μισητὸς ὢν ε τοῖς λόγους κατὰ Βασιλείου τοῦ ταύτης ἐπισκόπου συνετάξατο. ἐκεῖθεν δὲ εἰς τοὺς ἑαυτοῦ ε διάγειν ἀγροὺς ἀφείθη· Δακοροηνοὶ δὲ τοῖς τὸ ὄνομα. ἐνταῦθα δὲ αὐτόν φησι καὶ Φιλοστόργιος, εἰκοστὸν ἔτος ἄγων ἐν Κωνσταντινουπόλει παραγεγονώς, θεάσασθαι. ὑπερθειάζει τὸν Εὐνόμιον τήν τε σύνεσιν λέγων αὐτὸν εἶναι καὶ τὴν ἀρετὴν ἀπαράβλητον. ἀλλὰ καὶ τοῦ προσώπου τὸ σχῆμα καὶ τὰ μέρη εἰς τὸ εὐπρεπέστατον τοῖς λόγοις ἐξωραΐξει καὶ τοὺς ἐκ τοῦ στόματος λόγους μαργαρίσιν ἐοικέναι· καίτοι προϊὼν τραυλὴν αὐτοῦ τὴν γλῶτταν καὶ μὴ θέλων συνομολογεῖ, οὐδὲ τὴν τραυλότητα ἐπαισχυνθεὶς εἰς πολλὴν ἀποσεμνύνειν ε γλαφυρότητα. ἀλλὰ καὶ τοὺς ἀλφούς, οἲ πρόσωπον αὐτοῦ κατεμάστιζόν τε καὶ κατέστιζον, κόσμον ἐμποιεῖν τῷ σώματι διατείνεται. τοὺς δὲ λόγους αὐτοῦ πάντας ἀποθειάζων, διαφέρειν τῶν ἄλλων ἐπὶ μᾶλλον λέγει τὰς ἐπιστολάς.

7. Ὅτι, Πλακιδίας ἀποβιούσης, ὁ βασιλεὺς Θεοδόσιος ὁ ταύτης ἀνὴρ Γάλλαν ἄγεται γυναῖκα, ἀδελφὴν ε μὲν τοῦ νεωτέρου τοῦ βασιλέως θυγατέρα δὲ τοῦ μεγάλου, ἣν αὐτῷ Ἰουστῖνα ἐγείνατο. αὕτη δὲ τὰ Ἀρείου ἔστεργεν. ἐξ αὐτῆς αὐτῆς τῷ Θεοδοσίῳ καὶ ἡ θυγάτηρ Πλακιδία τίκτεται.

8. Ὅτι Θεοδόσιος ε κατὰ Θεσσαλονίκην τῷ Οὐαλεντινιανῷ στρατεύει κατὰ Μαξίμου τοῦ τυράννου. καὶ καὶ ὁ τύραννος,

[*](6 ff vgl. Hieronym. De viris illustr. 120. Gregor. Nazianz. Epist. 202 PG 37, 332 A — 7f s. ob. VIII 12 — 17 f vgl. Rufin H. E. X 26 S. 989, 26 f. Gregor. Nyss. C. Eunom. I PG 45, 281 C 10 — 20 vgl. Photii Bibliotheca Cod. 138 S. 98a 17 — 21 ff vgl. Zosim. IV 43 f. Zonar. XIII 18, 17 f. Socrat. IV 31, 17 f. Paulus Diacon. Hist. Rom. XII 7. Chronic. Pascbal. a. 385 S. 563, 13 — 26— e S. 129, 7 vgl. IV 42— e 46. Sozomen. VII 13 f. Socrat. V 11— e 14. Oros. Histor. VII 35. gyr. 38 ff)[*](2 ἁρπασομένους ἀρπασμένουσ B | 11 ὑπερθειάξων Val. ὑπερθειάζει δὲ> ε Gothofred. | 16 ἀπαισχυνθεὶς ed. | 21 πλακιδίασ B wohl in zu corrigieren | 23 θυγατέρα . . . τοῦ μεγάλου wie bei Zonar. u. Chron. Pasch.)
129

τὴν Γρατιανοῦ κατέχων ἀρχήν. διενοεῖτο προσλαβεῖν καὶ τὴν Οὐαλεν- [*](Phot.) τινιανοῦ. εκπέμπουσι δὲ οἱ κατ’ αὐτοῦ Τιμάσιον καὶ Ῥοχόμηριν καὶ Πρόμοτον καὶ Ἀρβαγάστην τοὺς στρατηγούς. οἱ δὲ παραστάντες αὐτὸν ἐξαπιναίως τοῦ τε θρόνου κατασπῶσι καὶ τῶν τῆς βασιλείας ἐπισήμων ἀποδύουσι καὶ τοῖς βασιλεῦσι κατὰ ἰδιώτην προσάγουσι· κἀνταῦθα μάξιμος τῆς κεφαλῆς ἀποτέμνεται, τυραννήσας πέντε τὰ σύμπαντα ἔπη.

9. Ὅτι μετὰ τὴν κατὰ Μαξίμου νίκην καὶ τὴν ἐπὶ ῾Ρώμην ε ἐξελαύνειν αὐτῆς μέλλοντος τοῦ βασιλέως, ἀστῆρ κατὰ τὸν οὐρανὸν ὤφθη παράδοξος κοὶ ἀήθης· μεγάλων δ’ ἄρα κακῶν ἄγγελος τῇ οἰκουμένῃ γενήσεσθαι ἔμελλεν. ἐξέλαμψεν δὲ πρῶτον κατὰ μέσας νύκτας πλησίον τοῦ Ἑωσφόρου κατ’ αὐτὸν δὴ τὸν καλούμενον ζῳδιακὸν κύκλον, μέγας δὲ καὶ ἐκφεγγὴς ταῖς μαρμαρυγαῖς οὐ πολλῷ τοῦ Ἑωσφόρου λειπόμενος.

Ἔπειτα συνδρομὴ πανταχόθεν ἀστέρων ἐπ’ αὐτὸν ἀθροιζομένων ἐγίνετο (εἰκάσαις ε ἂν σμήνῃ μελιττῶν περὶ τὸν ἡγούμενον τὸ θέαμα). κἀντεῦθεν, οἱονεὶ τῆς πρὸς ἀλλήλους συνθλίψεως βιασαμένης, τὸ τῶν ἁπάντων φῶς εἰς μίαν τινὰ συγκραθὲν ἀνέλαμπεν φλόγα· καὶ μαχαίρας ἄντικρυς ἀμφήκους μεγάλης καὶ φοβερᾶς ἀπετέλεσεν τέλεσεν εἶδος πληκτικῶς ἐξαυγαζομέης, τῶν μὲν ἄλλων ἁπάντων ἀστέρων εἰς τοῦτο μεταπεσόντων τῆς θέας, θέας, ἐνὸς καὶ μόνου τοῦ πρώτου θεωρηθέντος ἐν τάξει ῥίζης τινὸς ἢ λαβῆς τῷ παντὶ σχήματι ὑποφαινομένου καὶ οἶον τὸ πᾶν τοῦ δειχθέντος ἀστέρος ἀποτίκτοντος σέλας, ὡς ἂν ἐκ λύχνου τινὸς θρυαλλίδος τῆς φλογὸς πρὸς ὕψος ἐξαιρομένης. τὸ μὲν φανὲν οὕτω παράδοξον παρεῖχεν τὴν θέαν.

Καὶ ἡ κίνησις δὲ πρὸς πάντα παρήλλαττεν ἀστέρος δρόμον· τὴν

[*](8 f vgl. Socrat. V 14, 3. Sozomen. VIl U, 7. Chronic, min. ed. Mommsen I 245. Pacatus Panegyr. 40 ff — 9 ff vgl. Marcellin. Com. Chronic, a. 389 f)[*](* 9—S. e 130, 9 Niceph. H. E. XII 37 PG 146, 876 Β)[*](1 διενοεῖτο vgl. Zosim. IV 42, 1 | 2 3 Ῥυχόμηριν Gothofred. | 3 ἀργαβάστην B, s. Register | 3/4 παραστάντες αὐτὸν] ἐπιστάντες αὐτῷ Val., unrichtig; vgl. Socrat. V 14, 1: ἱ ὑπὸ Μαξίμῳ ταττόμενοι u. Sozomen. VII 14, 6 4 ἐξαπηναίωσ B, corr. M | τοῦ . . . θρόνου vgl. Zosim. lY 46, 2 | 5/6 προσάγουσι vgl. Zosim. ebd. u. Sozomen. VIl 14, 6 | τυραννίσασ B, s. Register ) 15 συνδρομῃ B, corr. Gothofred. | 16 σμήνει Val. Ι περὶ Val. παρὰ B Ι 17 συνθλίψεως Νic συμελίψεως B, ob συνρλίξεως ? | 19/20 ἀπετέλεσαν ed. 20 πληκτικῆς ed. | 21 τοῦτο] ob ταὐτὸ? | 22 ἢ λαβῆς Νic. ἡ λαβὶσ Β, λαβῆς τινος ἢ ῥίξης ~ (in seiner Übersetzung) Val., besser; zu Ζ. 22 ff vgl. unt. S. 146. 2f)
130
[*](Phot.)

γὰρ ἀρχὴν ὅθεν εἴρηται φανῆναι καὶ τῆς κινήσεως ποιησάμενος, συναυίσχετι σχετο μὲν τὰ πρῶτα τῷ Ἑωσφόρῳ καὶ συγκατεδύτο· ἔπειτα δὲ κατ’ ὀλίγον διιστάμενος ἐπὶ τὰς ἄρκτους ἀνῄει ε σχολῇ τε καὶ κινούμενος, καὶ ἐγκαρσίως ὡς ἐπ’ ἀριστερᾶς πρὸς τοὺς θεωμένους εἰπεῖν τὴν πορείαν πορείαν ποιούμενος. τὴν μέντοι γε κοινὴν περίοδον τὴν αὐτὴν εἶχεν τοῖς ἄλλοις καθ’ οὓς ε ἂν γίνοιτο πορευόμενος. τεσσαράκοντα δὲ ἡμέρας τῆς ἰδίας αὐτοῦ πορείας ἐπιτελουμένης, εἰς μέσην τὴν μεγάλην ἄρκτον ἐνέβαλεν, κἀν τῷ μεσαιτάτῳ αὐτῆς τὰ τελευταῖα φανεὶς αὐτοῦ που ἀπέσβη. οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ ἄλλα πολλὰ παράδοξα περὶ τοῦ ξιφοειδοῦς τούτου δίεισιν ἀστέρος.

10. Ὅτι κατὰ Πορφυρίου φησὶ καὶ οὑτος ὁ συγγραφεὺς ὑπὲρ Χριστιανῶν ἀγῶνας καταθέσθαι.

11. Ὅτι καθ’ οὕς χρόνους ὁ μαχαιροφόρος ἀστὴρ ἐφάνη, καὶ σώματα ἀνθρώπων ὤφθη δύο, ἔν μὲν ἐν τῇ Συρίᾳ τὴν ἀνθρωπίνην φύσιν εἰς μἐγεθος ἐκβαῖνον θάτερον θάτερον δὲ ἐν Αἰγύπτῳ εἰς ἄπιστον βραχύτητα καταλῆγον. ὁ μὲν οὖν Σύρος πενταπήχης ἠν τὸ μέγεθος καὶ σπιθαμὴν ἔφερεν προσθήκην, καίτοι τῶν ποδῶν αὐτοῦ πρὸς τὸ ἄλλο τοῦ σώματος μὴ συνομολογούντων τὸ ὕψος, ἀλλ’ εἴσω ε καὶ τὸ βλαισὸν ὑποκαμπτομένων· Ἀντώνιος ἦν τῷ ἀνθρώπῳ τὸ ὄνομα. ὁ δὲ Αἰγύπτιος οὕτω κατεβραχύνετο, ὥστε μηδ’ ἀχαρίστως τοὺς ἐν τοῖς κλουβοῖς πέρδικας ἐκμιμεῖσθαι, καὶ συναθύρειν αὐτῷ πρὸς ἔριν ἐκείνους. τὸ δὲ παραδοξότερον ὅτι καὶ φρόνησις ἐνῆν τῷ ἀνθρώπῳ, οὐδὲν ὑπὸ τῆς βραχύτητος καταβλαπτομένη· καὶ γὰρ καὶ τὸ φθέγμα οὐκ ἄμουσος ἦν, καὶ οἱ λόγοι τοῦ νοῦ παρεῖχον ὁρᾶσθαι τὴν γενναιότητα. ἐκάτερος δὲ τῶν εἰρημένων τοῖς τοῦ συγγραφ·έως χρόνοις ἐνήκμασαν, καὶ οὐ θᾶττον μετῆλθον τὸν βίον. ὁ μὲν γὰρ μέγιστος τὰ εἰκοσιπέντε διεξιὼν ἔτη ἀπεβίω, ὁ δ’ ἐλάχιστος οὐκ ὀλίγῳ καὶ τούτων λειπόμενος.

Πολλὰ δὲ καὶ ἕτερα τέρατα, τὰ μὲν τοῖς εἰρημένοις ὁμόχρονα, τὰ δὲ καὶ προγεγενημένα, ταῖς ἱστορίαις αὐτοῦ καταστρώννυσιν.

[*](29 f vgl. Marcellin. Com. Chronic, a. 389 f. Theophan. 70, 12 u. 68, 17. Testament. Jes. Chr. I 7. Journal of theolog. studies II 407)[*](* 10 u. 13—29 ε Niceph. H. E. XII 37 PG 146, 876)[*](8/9 τὰ τελευταῖα Val. τὰ τελευ B | 10 περὶ Val. παρὰ B Ι διέξεισιν Val. Ι 16 πεντάπηχυς ed. Ι 20 ἀχαρίστως Bochart ἀχαρίστ(ουσ) B 22 nach καὶ † ἡ ed. | 26 ἐνήκμασε ed. | μετῆλθε ed.)
131

12. Ὅτι τῆς τετράδος καὶ παρασκευῆς τὴν νηστείαν ὁ Φιλοστόργιός [*](Phot.) φησι οὐκ ἐν μόνῃ τῇ τῶν κρεῶν ἀποχῇ περιορίζεσθαι, ἀλλὰ καὶ τὸ μηδὲ τροφῆς ὅλως ἅπτεσθαι ε μέχρι τῆς ἑσπέρας λέγει περί περί τινος Εὐδοξίου, συναιρεσιώτου μέν, πρεσβυτέρου δὲ τὴν τάξιν, ἐψιλωμένου ε δὲ τῶν δι’ ὧν ἡ διαδοχὴ τοῦ γένους, τοιάδε·

»Νηστευτικός τε οὖτος ἦν, ὡς καὶ πρα’ ὅλον μὲν τὸν χρόνον >μὴ ε μόνον τὰς κατὰ διάταξιν τὴν μνήμην τοῦ κυριακοῦ >φερουσας ε . . .

[*](1 ff vgl. Socrat. V 22, 36ff u. VII 22, 4. Sozomen. VIT 19, 9 — 1 vgl. Didache 8 1)[*](2 τῇ > e ed. | 6 οὖτοσ Β οὕτως Reading | 7/8 τὰς — φερούσας äml. »dies quartae sextaeque feriae Gothofred. S. 426 f | 8 nach φερούσας der übrige Teil [ca. 3/5 = 25 Zeilen] der Seite f. 257 v leergelassen B, »lacuna biennii integri . . . quo spatio de Eunomii morte (unter anderm) Philostorgium egisse ne- cesse est« e Gothofred.; vgl. Sozomen. VII 17,1)