De Deis et Mundo

Sallustius

Sallustius. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

Αἱ δὲ κατ’ ἀρετὴν ζήσασαι ψυχαί, τά τε ἄλλα εὐδαιμονοῦσαι, καὶ τῆς ἀλόγου χωρισθεῖσαι, καὶ καθαραὶ παντὸς γενόμεναι σώματος θεοῖς τε συνάπτονται, καὶ τὸν ὅλον κόσμον συνδιοικοῦσιν ἐκείνοις. Καίτοι καὶ εἰ μηδὲν αὐταῖς τούτων ἐγίνετο, αὐτή γε ἡ ἀρετὴ καὶ ἡ ἐκ τῆς ἀρετῆς ἡδονή τε καὶ δόξα, ὅ τε ἄλυπος καὶ ἀδέσποτος βίος εὐδαίμονας ἤρκει ποιεῖν τοὺς κατ’ ἀρετὴν ζῆν προελομένους καὶ δυνηθέντας.