De Deis et Mundo

Sallustius

Sallustius. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

Αἱ δὲ μετεμψυχώσεις, εἰ μὲν εἰς λογικὰ γένοιντο, αὐτὸ τοῦτο, ψυχαὶ γίνονται τῶν σωμάτων· εἰ δὲ εἰς ἄλογα, ἔξωθεν ἕπονται, ὥσπερ καὶ ἡμῖν οἱ εἰληχότες ἡμᾶς δαίμονες. Οὐ γὰρ ἄν ποτε λογικὴ ἀλόγου ψυχὴ γένοιτο. Τὴν δὲ μετεμψύχωσιν ἐκ τῶν ἐκ γενετῆς παθῶν ἔστιν ἰδεῖν. Διὰ τί γὰρ οἱ μὲν τυφλοί, οἱ δὲ παρειμένοι, οἱ δὲ καὶ αὐτὴν τὴν ψυχὴν κακῶς ἔχοντες τίκτονται; καὶ ἐκ τῆς φύσεως ἐχούσας ἐν σώματι πολιτεύεσθαι τὰς ψυχάς, μὴ δεῖ ἅπαξ ἐξελθούσας τὸν ἅπαντα αἰῶνα μένειν ἐν ἀργείᾳ; Εἰ γὰρ μὴ πάλιν αἱ ψυχαὶ εἰς σώματα φέροιντο, ἀνάγκη ἀπείρους εἶναι, ἢ τὸν θεὸν ἀεὶ ἑτέρας ποιεῖν. Ἀλλ’ οὐδὲ ἄπειρόν τι ἐν τῷ κόσμῳ· ἐν γὰρ πεπερασμένῳ ἄπειρόν τι οὐκ ἂν γένοιτο. Οὐδὲ ἄλλας γίνεσθαι δυνατόν· πᾶν γάρ, ἐν ᾧ τι γίνεται καινόν, καὶ ἀτελὲς εἶναι ἀνάγκη. Τὸν δὲ κόσμον ἐκ τελείου γενόμενον τέλειον εἶναι προσήκει.