De Deis et Mundo
Sallustius
Sallustius. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
Καὶ μὴν οὐδὲ τὸ ἀθεΐας περί τινας τόπους τῆς γῆς γενέσθαι, πολλάκις δὲ ὕστερον ἔσεσθαι, ἄξιον ταράττειν τοὺς ἔμφρονας· ὅτι τε οὐκ εἰς θεοὺς γίνεται ταῦτα, ὥσπερ οὐδὲ αἱ τιμαὶ ἐκείνους ὠφελοῦσαι ἐφάνησαν. καὶ διὰ τὸ ἀδυνατεῖν μέσης οὐσίας οὖσαν τὴν ψυχὴν ἀεὶ κατορθοῦν· καὶ τὸ μὴ δύνασθαι πάντα τὸν κόσμον τῆς τῶν θεῶν προνοίας ἀπολαύειν ὁμοίως, ἀλλὰ τὰ μὲν αἰωνίως, τὰ δὲ κατὰ χρόνον, καὶ τὰ μὲν πρώτως, τὰ δὲ δευτέρως μετέχειν ἐκείνης· ὥσπερ καὶ τῶν αἰσθήσεων πασῶν μὲν ἡ κεφαλή, μιᾶς δὲ ὅλον τὸ σῶμα αἰσθάνεται. Καὶ διὰ τοῦτο, ὡς ἔοικεν, οἱ τὰς ἑορτὰς καταστησάμενοι καὶ ἀποφράδας ἐποίησαν, ἐν αἷς τὰ μὲν ἤργει τῶν ἱερῶν, τὰ δὲ ἐκλείετο, τῶν δὲ καὶ τὸν κόσμον ἀφῄρουν, τὴν ἀσθένειαν τῆς ἡμετέρας ἀφοσιούμενοι φύσεως. Καὶ κολάσεως δὲ εἶδος εἶναι ἀθεΐαν οὐκ ἀπεικός· τοὺς γὰρ γνόντας θεοὺς καὶ καταφρονήσαντας εὔλογον ἐν ἑτέρῳ βίῳ καὶ τῆς γνώσεως στέρεσθαι, καὶ τοὺς ἑαυτῶν βασιλέας ὡς θεοὺς
τιμήσαντας ἔδει τὴν δίκην αὐτῶν ποιῆσαι τῶν θεῶν ἐκπεσεῖν.