De Deis et Mundo
Sallustius
Sallustius. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
Τὸν δὲ κόσμον ὅτι μὲν οὐκ ἂν θεοὶ φθεροῦσιν, εἴρηται. Ὅτι δὲ καὶ τὴν φύσιν ἄφθαρτον ἔχει, λέγειν ἀκόλουθον. Πᾶν γὰρ τὸ φθειρόμενον ἢ ὑφ’ ἑαυτοῦ φθείρεται ἢ ὑπὸ ἄλλου. Εἰ μὲν οὖν ὑφ’ ἑαυτοῦ ὁ κόσμος φθείρεται, ἔδει καὶ τὸ πῦρ ἑαυτὸ καίειν, καὶ τὸ ὕδωρ ἑαυτὸ ξηραίνειν. Εἰ δὲ ὑπὸ ἄλλου· ἢ σώματος, ἢ ἀσωμάτου. Ἀλλ’ ὑπὸ μὲν ἀσωμάτου ἀδύνατον· τὰ γὰρ ἀσώματα σώζει τὰ σώματα· οἷον φύσις καὶ ψυχή· οὐδὲν δὲ ὑπὸ τοῦ φύσει σώζοντος φθείρεται. Εἰ δὲ ὑπὸ
σώματος, ἢ ὑπὸ τῶν ὄντων, ἢ ὑπὸ ἑτέρων. Καὶ εἰ μὲν ὑπὸ τῶν ὄντων, ἢ ὑπὸ τῶν κύκλῳ κινουμένων τὰ ἐπ’ εὐθείας, ἢ ὑπὸ τῶν ἐπ’ εὐθείας τὰ κύκλῳ. Ἀλλ’ οὐδὲ τὰ κύκλῳ φθαρτικὴν ἔχει φύσιν· διὰ τί γὰρ μηδὲν ὁρῶμεν ἐκεῖθεν φθειρόμενον; οὐδὲ τὰ ἐπ’ εὐθείας ἐκείνων ἅψασθαι δύναται· διὰ τί γὰρ ἄχρι νῦν οὐκ ἠδυνήθη; Ἀλλ’ οὐδὲ τὰ ἐπ’ εὐθείας ὑπ’ ἀλλήλων φθείρεσθαι δύναται· ἡ μὲν γὰρ ἄλλου φθορὰ ἄλλου γένεσίς ἐστι· τοῦτο δὲ φθείρεσθαι μὲν οὐκ ἔστι, μεταβάλλεσθαι δέ. Εἰ δὲ ὑπ’ ἄλλων σωμάτων ὁ κόσμος φθείρεται, πόθεν γενομένων, ἢ ποῦ ὄντων οὐκ ἔστιν εἰπεῖν. Ἔτι πᾶν τὸ φθειρόμενον ἢ εἴδει, ἢ ὕλῃ φθείρεται· ἔστι δὲ εἶδος μὲν τὸ σχῆμα, ὕλη δὲ τὸ σῶμα. Καὶ τῶν μὲν εἰδῶν φθειρομένων, τῆς δὲ ὕλης μενούσης, ἕτερα ὁρῶμεν γινόμενα. Εἰ δὲ ὕλη φθείρεται, πῶς ἐν τοσούτοις ἔτεσιν οὐκ ἐπέλιπεν; Εἰ δὲ ἀντὶ τῆς φθειρομένης ἑτέρα γίνεται, ἢ ἐκ τῶν ὄντων ἢ ἐκ τῶν μὴ ὄντων γίνεται· ἀλλ’ εἰ μὲν ἐκ τῶν ὄντων, τῶν ὄντων μενόντων ἀεί, καὶ ἡ ὕλη ἔστιν ἀεί. Εἰ δὲ καὶ τὰ ὄντα φθείρεται, οὐ τὸν κόσμον μόνον, ἀλλὰ καὶ τὰ πάντα λέγουσι φθείρεσθαι. Εἰ δὲ ἐκ τῶν μὴ ὄντων ἡ ὕλη, πρῶτον μὲν ἀδύνατον ἐκ τῶν μὴ ὄντων εἶναί τι. Εἰ δὲ τοῦτο γένοιτο, καὶ δυνατὸν ἐκ τῶν μὴ ὄντων εἶναι τὴν ὕλην, ἕως ἂν ᾖ τὰ μὴ ὄντα, ἔσται καὶ ἡ ὕλη· οὐ γὰρ δήποτε καὶ τὰ μὴ ὄντα ἀπόλλυται. Εἰ δὲ ἀνείδεον λέγουσι μὲν τὴν ὕλην, πρῶτον μὲν διὰ τί οὐ κατὰ μέρη, ἀλλ’ ὅλῳ γίνεται τοῦτο τῷ κόσμῳ; ἔπειτα οὐ τὸ εἶναι τῶν σωμάτων, τὸ δὲ κάλλος φθείρουσι μόνον. Ἔτι πᾶν τὸ φθειρόμενον ἢ ἀφ’ ὧν ἐγένετο, εἰς ἐκεῖνα λύεται, ἢ εἰς τὸ μὴ ὂν ἀφανίζεται. Ἀλλ’ εἰ μὲν ἀφ’ ὧν ἐγένετο εἰς ἐκεῖνα λυθείη, πάλιν γίνεται ἕτερα· διὰ τί γὰρ τὴν ἀρχὴν ἐγένετο; Εἰ δὲ εἰς τὸ μὴ ὂν ἄπεισι τὰ ὄντα, τί κωλύει καὶ τὸν θεὸν τοῦτο παθεῖν; Εἰ δὲ ἡ δύναμις κωλύει, οὐκ ἔστι δυνατοῦ ἑαυτὸν μόνον σώζειν. Καὶ ὁμοίως δὲ ἀδύνατον ἐκ τῶν μὴ ὄντων γίνεσθαι τὰ ὄντα, καὶ τὰ ὄντα εἰς τὸ μὴ ὂν ἀφανίζεσθαι. Ἔτι ἀνάγκη τὸν κόσμον, εἰ φθείρεται, ἢ κατὰ φύσιν φθείρεσθαι ἢ παρὰ φύσιν. Παρὰ φύσιν δὲ φθείρεσθαι αὐτὸν ἀδύνατον. Οὐδὲ γὰρ τὸ παρὰ φύσιν προτερεῖ τῆς φύσεως· εἰ δὲ κατὰ φύσιν, δεῖ ἑτέραν εἶναι τὴν μεταβάλλουσαν τοῦ κόσμου τὴν φύσιν, ὅπερ οὐ φαίνεται. Ἔτι πᾶν τὸ φύσει φθειρόμενον καὶ ἡμεῖς φθείρειν δυνάμεθα· τοῦ δὲ κόσμου τὸ μὲν κυκλικὸν σῶμα οὔτε ἔφθειρέ τίς ποτε, οὔτε μετέβαλε· τὰ δὲ στοιχεῖα μεταβάλλειν μὲν δυνατόν, φθείρειν δὲ ἀδύνατον. Ἔτι πᾶν τὸ φθειρόμενον ὑπὸ χρόνου μεταβάλλεται καὶ γηρᾷ· ὁ δὲ κόσμος ἐν τοσούτοις ἔτεσιν ἀμετάβλητος μένει. Τοσαῦτα καὶ πρὸς τοὺς ἰσχυροτέρων ἀποδείξεων δεομένους εἰπόντες αὐτὸν ἡμῖν εὐχόμεθα ἵλεων τὸν κόσμον γενέσθαι.