Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Οὗτος μὲν γένος ἦν ἐκ Σεβαστείας τῆς Ἀρμενίας: ἐκ νέου δὲ φιλοσοφεῖν ἐπαιδεύθη ὑπὸ μοναχοῖς τῆς Μακεδονίου αἱρέσεως: οἳ δὴ τότε ἀνὰ τὴν Σεβάστειαν ἐν τῇδε τῇ φιλοσοφίᾳ διέπρεπον, ἐκ τῆς Εὐσταθίου διατριβῆς ὄντες, ὃν ἐπίσκοπον ἐνθάδε καὶ ἡγεμόνα ἀρίστων μοναχῶν γενέσθαι ἐν τοῖς πρόσθεν

ἔγνωμεν. Ἤδη δὲ εἰς ἄνδρας τελῶν πρὸς τὴν καθόλου ἐκκλησίαν μετέθετο: φύσει δὲ μᾶλλον ἢ μαθήσει φρόνιμος ὢν, ἐγένετο τῶν πρακτέων ἐπήβολος,

873
ἐπιβουλεῦσαί τε, καὶ πρὸς ἐπιβουλὰς ἀντισχεῖν ἱκανός:

τὸ δὲ ἦθος ἐπαγωγὸς, ὡς πολλοῖς κεχαρισμένος εἶναι. Μέτριος δὲ πρὸς τοὺς ἐπ̓ ἐκκλησίας λόγους, ὡς μήτε γραφῆς ἀξίους νομίζεσθαι τοῖς ἀκροαταῖς, μήτε παιδείας παντελῶς ἀμοίρους: ἐμμελὴς γὰρ ὢν, εἴ πη καιρὸν ἦγε, τοὺς παῤ Ἕλλησιν εὐδοκιμωτάτους συγγραφέας ἠσκεῖτο: καὶ τῷ δοκεῖν ἰδιώτης εἶναι περὶ τούτων διαλεγόμενος, καὶ τοὺς ἐπιστήμονας πολλάκις ἐλάνθανεν.