Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τάδε μὲν τὰ Ἰνοκεντίου γράμματα: ἐξ ὧν συνιδεῖν ἐστὶν, οἵαν εἶχε περὶ Ἰωάννου γνώμην. Ἐν τούτοις δὲ παμμεγέθης ἐν Κωνσταντινουπόλει καὶ τοῖς προαστείοις χάλαζα κατερράγη: τετάρτῃ τε μετὰ τοῦτο ἡμέρᾳ, ἡ τοῦ βασιλέως γαμετὴ ἐτελεύτησε.

Καὶ τάδε συμβῆναι χαλεπαίνοντος τοῦ Θεοῦ διὰ Ἰωάννην, ὡς τοῖς πολλοῖς ἐδόκει. Καὶ γὰρ δὴ καὶ Κυρῖνος ὁ Χαλκηδόνος ἐπίσκοπος, ὃς αὐτὸν μάλιστα

872
ἐλοιδόρει, οὐ πολλῷ πρότερον ἐκ τῆς συγκυρησάσης αὐτῷ περὶ τὸν πόδα συμφορᾶς, ἑκάτερον σκέλος ὑπὸ τῶν ἰατρῶν ἀποπρισθεὶς, ἐλεεινῶς ἀπεβίω.

Καὶ Ἀρσάκιος δὲ ἐπ̓ ὀλίγον χρόνον τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν ἐπιτροπεύσας, ἐτελεύτησε. Πολλῶν δὲ τὴν αὐτοῦ διαδοχὴν μνωμένων, τετάρτῳ μηνὶ τῆς αὐτοῦ τελευτῆς, χειροτονεῖται Ἀττικὸς, πρεσβύτερος τοῦ Κωνσταντινουπόλεως κλήρου, ἐκ τῶν ἐπιβούλων Ἰωάννου.