Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καὶ διὰ τοῦτο τὰ δεδογμένα τοῖς πρὶν βασιλεῦσιν ὑπὲρ τῶν ἐκκλησιῶν, προθυμότερον βέβαια ἐφυλάττοντο, καὶ δωρεὰς ἰδίας προσετίθεσαν. Οἵ τε ὑπήκοοι πρὸς τούτους βλέποντες, Ἕλληνες μὲν, ῥᾳδίως εἰς Χριστιανισμὸν μετέβαλον: αἱρετικοὶ δὲ τῇ καθόλου ἐκκλησίᾳ προσεχώρουν.

Οἱ δὲ ἀπὸ τῆς Ἀρείου καὶ Εὐνομίου αἱρέσεως, καὶ ὅτι πρὸς σφᾶς ἐδιχονόουν διὰ τὰς πρόσθεν εἰρημένας αἰτίας, ἑκάστοτε ἐμειοῦντο. Πολλοὶ γὰρ ἐκ τῆς πρὸς ἀλλήλους ἐναντιότητος, οὐκ ὀρθῶς αὐτοὺς περὶ Θεοῦ δοξάζειν ἐνόμιζον, καὶ πρὸς τοὺς ὁμοδόξους τοῖς κρατοῦσι μετετίθεντο.

Τοὺς δὲ ἐν Κωνσταντινουπόλει τὰ Μακεδονίου φρονοῦντας, ἔβλαπτε κατ̓ ἐκεῖνο καιροῦ μὴ ἔχειν ἐπίσκοπον. Ἀφ̓ οὗ γὰρ

782
ἐπὶ τῆς Κωνσταντίου βασιλείας παρὰ Εὐδόξίου καὶ τῶν ἀμφ̓ αὐτὸν τὰς ἐκκλησίας ἀφῃρέθησαν, ὑπὸ μόνοις πρεσβυτέροις μέχρι τῆς ἐχομένης βασιλείας διεγένοντο.

Ναυατιανοὶ δὲ, εἰ καί τινας τούτων ἐτάραττεν ἡ περὶ τοῦ Πάσχα ζήτησις, ἣν Σαββάτιος ἐνεωτέρισεν, ἀλλ̓ οὖν οἱ πλείους ἐπὶ τῆς αὐτῶν ἐκκλησίας ἠρέμουν. Οὔτε γὰρ τοῖς αὐτοῖς ἐπιτιμίοις ἢ νόμοις, ὁμοίως ταῖς ἄλλαις αἱρέσεσιν ἔνοχοι ἦσαν, ὡς ὁμοούσιον Τριάδα δοξάζοντες. Καὶ τότε βεβαιότερον τῇ ἀρετῇ τῶν ἡγουμένων συνίσταντο πρὸς ὁμόνοιαν.