Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ὯΔΕ μὲν ἐς τὰ μάλιστα τὴν ἐκκλησίαν αὐξήσας, ἐτελεύτησε Θεοδόσιος, ἀμφὶ τὰ ἑξήκοντα ἔτη γεγονώς: ἐκ τούτων δὲ, δέκα καὶ ἓξ ἐβασίλευσε. Καὶ διαδόχους κατέλιπε τῆς ἀρχῆς, Ἀρκάδιον μὲν τὸν πρεσβύτερον τῶν υἱέων, τῶν πρὸς ἕω ἐθνῶν: Ὁνώριον δὲ τῶν πρὸς ἑσπέραν: ἄμφω δὲ ὁμόφρονες

780
τῷ πατρὶ περὶ τὴν θρησκείαν ἐγενέσθην. Ἡγεῖτο δὲ τότε τῆς Ῥωμαίων ἐκκλησίας μετὰ Δάμασον Σιρίκιος: τῆς δὲ ἐν Κωνσταντινουπόλει Νεκτάριος: Θεόφιλος δὲ τῆς ἐν Ἀλεξανδρείᾳ: καὶ Φλαβιανὸς τῆς Ἀντιοχέων:

καὶ Ἰωάννης τῆς Ἱεροσολύμων. Ἐν τούτῳ δὲ Οὗννοι βάρβαροι Ἀρμενίας καὶ τῆς πρὸς ἕω ἀρχομένης μέρη τινὰ κατέδραμον. Ἐλέγετο δὲ ὡς λάθρα τούτους ἐπηγάγετο ἐπὶ ταραχῇ τῆς βασιλείας Ῥουφῖνος, ὁ τῆς ἀνατολῆς ὕπαρχος, ὕποπτος ὢν καὶ ἄλλως, ὡς τυραννεῖν βούλεται.

Ἀλλ̓ ὁ μὲν ἐπὶ τοιαύτῃ αἰτίᾳ οὐκ εἰς μακρὰν ἀνῃρέθη. Ἅμα γὰρ ἐκ τῆς κατὰ Εὐγενίου μάχης ἐπανῆλθεν ἡ στρατιὰ, καὶ ὁ βασιλεὺς, ὡς ἔθος, πρὸ τῆς Κωνσταντινουπόλεως ὑπήντετο, μηδὲν μελλήσαντες οἱ στρατιῶται τὸν Ῥουφῖνον ἀπέκτειναν.

Ἐγίνετο δὲ καὶ ταῦτα πρόφασις ἔτι μᾶλλον ἐπιδιδόναι τὴν θρησκείαν. Οἵ τε γὰρ κρατοῦντες ὑπὸ εὐσεβείας ἡγοῦτο τῷ οἰκείῳ πατρὶ

781
τὰς κατὰ τῶν τυράννων κατορθοῦσθαι νίκας, καὶ Ῥουφῖνον ἐπίβουλον ὄντα τῆς αὐτῶν ἀρχῆς, ἐκποδὼν οὕτως ἀκονιτὶ γεγενῆσθαι.