Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ὅτι μὴ τῆς ὁμοίας ἠξίωτο τιμῆς, ἐκβάλλεσθαι τὸν πρεσβύτην ὑβριστικῶς ἐκέλευσεν. Ὁ δὲ ὠστιζόμενος, ἐπιστραφεὶς εἶπεν: Οὕτω δὴ νόμισον, ὦ βασιλεῦ, καὶ τὸν οὐράνιον Πατέρα ἀγανακτεῖν πρὸς τοὺς ἀνομοίως τὸν Ὑ??ʼὸν τιμῶντας, καὶ ἥττονα τολμῶντας ἀποκαλεῖν τοῦ γεννήσαντος. Ἀγασθεὶς δὲ ἐπὶ τῷ εἰρημένῳ ὁ βασιλεὺς, μετεκαλέσατο τὸν ἱερέα, καὶ συγγνώμην ᾔτει, καὶ ἀληθῶς εἰρηκέναι συνωμολόγει.

Καὶ ἀσφαλέστερος γενόμενος, οὐ προσίετο τοὺς παρὰ τοῦτο δοξάζοντας. Καὶ τὰς ἐπ̓ ἀγορᾶς ἔριδας καὶ συνόδους ἀπηγόρευσε: καὶ διαλέγεσθαι τὸν αὐτὸν τρόπον περὶ οὐσίας καὶ φύσεως Θεοῦ οὐκ ἀκίνδυνον ἐποιεῖτο, νόμον θέμενος περὶ τούτου καὶ τιμωρίαν ὁρίσας.

Περὶ τῆς δευτέρας ἁγίας οἰκουμενικῆς συνόδου, ὅθεν καὶ διὰ ποίαν αἰτίαν συνέστη. Καὶ περὶ τῆς παραιτήσεως Γρηγορίου τοῦ Θεολόγου.

Ἐν τάχει τε καὶ σύνοδον ἐπισκόπων ὁμοδόξων

693
αὐτῷ συνεκάλεσε, βεβαιότητός τε ἕνεκα τῶν ἐν Νικαίᾳ δοξάντων,

καὶ χειροτονίας τοῦ μέλλοντος ἐπισκοπεῖν τὸν Κωνσταντινουπόλεως θρόνον. Ὑπολαβὼν δὲ δύνασθαι συνάψαι τῇ καθόλου ἐκκλησίᾳ τοὺς καλουμένους Μακεδονιανοὺς, ὡς μὴ περὶ μέγα τι διαφερομένους ἐν τῇ κατὰ τὸ δόγμα ζητήσει, συνεκάλεσε καὶ τούτους. Συνῆλθον οὖν, ἐκ μὲν τῶν ὁμοούσιον τὴν Τριάδα δοξαζόντων, ἀμφὶ ἑκατὸν καὶ πεντήκοντα: τῶν δὲ ἀπὸ τῆς Μακεδονίου αἱρέσεως, ἓξ καὶ τριάκοντα, ὧν οἱ πλείους ἐτύγχανον ἐκ τῶν περὶ τὸν Ἑλλήσποντον πόλεων.

Ἡγοῦντο δὲ τούτων Ἐλεύσιος ὁ Κυζίκου, καὶ Μαρκιανὸς ὁ Λαμψάκου: τῶν δὲ ἄλλων Τιμόθεος, ὁ τῶν Ἀλεξανδρέων διέπων θρόνον, οὐ πρὸ πολλοῦ τετελευτηκότα Πέτρον, ἀδελφὸν ὄντα αὐτοῦ, διαδεξάμενος: καὶ Μελέτιος ὁ Ἀντιοχείας ἐπίσκοπος, ἤδη πρῴην εἰς Κωνσταντινούπολιν διὰ τὴν Γρηγορίου κατάστασιν ἀφικόμενος: καὶ Κύριλλος ὁ Ἱεροσολύμων, μεταμεληθεὶς τότε, ὅτι πρότερον τὰ Μακεδονίου ἐφρόνει.

Σὺν τούτοις δὲ ἦσαν, Ἀσχόλιός

694
τε ὁ Θεσσαλονίκης, καὶ Διόδωρος ὁ Ταρσοῦ, καὶ Ἀκάκιος ὁ Βεροίας: οἳ δὴ πάντες ἐπαινέται τυγχάνοντες τῆς ἐν Νικαίᾳ βεβαιωθείσης γραφῆς, ἐδέοντο σφίσιν ὁμογνώμονας γενέσθαι τοὺς ἀμφὶ Ἐλεύσιον, ἀναμιμνήσκοντες ὧν τε πρὸς Λιβέριον ἐπρεσβεύσαντο καὶ ὡμολόγησαν διὰ Εὐσταθίου,