Historia Ecclesiastica
Sozomenus
Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.
Ἀπολιπόντων δὲ τὴν ἐκκλησίαν τῶν ἀμφὶ Δημόφιλον, εἰσελθὼν ὁ βασιλεὺς ηὔξατο. Καὶ τὸ ἐξ ἐκείνου, τοὺς εὐκτηρίους οἴκους κατέσχον οἱ Τριάδα ὁμοούσιον πρεσβεύοντες. Ἔτος δὲ τοῦτο ἦν ἐν ᾧ Γρατιανὸς τὸ πέμπτον, καὶ Θεοδόσιος τὸ πρῶτον ὑπάτευον: τεσσαρακοστὸν δὲ, ἀφ̓ οὗ τῶν ἐκκλησιῶν ἐκράτησαν οἱ ἀπὸ τῆς Ἀρείου αἱρέσεως.
Περὶ τῶν Ἀρειανῶν καὶ ἔτι καὶ τοῦ Εὐνομίου ἀκμάζοντος: καὶ περὶ τῆς εἰς βασιλέα παρρησίας τοῦ ἁγίου Ἀμφιλοχίου.
Ἔτι δὲ οὗτοι, πλῆθος ὄντες ἐκ τῆς Κωνσταντίου καὶ Οὐάλεντος ῥοπῆς, ἀδεέστερον συνιόντες, περὶ Θεοῦ καὶ οὐσίας αὐτοῦ δημοσίᾳ διελέγοντο: καὶ ἀποπειρᾶσθαι τοῦ βασιλέως ἔπειθον τοὺς ὁμόφρονας αὐτοῖς ἐν τοῖς βασιλείοις. Ἡγοῦντο γὰρ ἐπιτεύξεσθαι τῆς ἐπιχειρήσεως, τὰ ἐπὶ Κωνσταντίου συμβάντα σκοποῦντες.
Τοῦτο δὲ αὐτὸ καὶ τοῖς ἀπὸ τῆς καθολικῆς ἐκκλησίας φροντίδα καὶ φόβον ἐκίνει. Οὐχ ἥκιστα δὲ περιδεεῖς ἦσαν, λογιζόμενοι τὴν ἐν ταῖς διαλέξεσιν Εὐνομίου δεινότητα. Οὐ πρὸ πολλοῦ γὰρ οὗτος δἰ ἣν ἔσχεν ἐν Κυζίκῳ διαφορὰν ἐπὶ τῆς Οὐάλεντος βασιλείας πρὸς τοὺς αὐτοῦ κληρικοὺς, ἀποσχίσας τῶν Ἀρείου καθ̓ ἑαυτὸν διῆγεν ἐν Βιθυνίᾳ, πέραν Κωνσταντινουπόλεως: καὶ πλῆθος ἐπεραιοῦτο πρὸς αὐτόν: οἱ δὲ καὶ ἄλλοθεν συνῄεσαν: οἱ μὲν,
ἀποπειρώμενοι: οἱ δὲ, ὧν λέγει ἀκουσόμενοι. Φήμη
ἐν διαλέξει παραπεισθεὶς ὁ ἀνὴρ, μεταβάλοι εἰς τὴν αὐτοῦ δόξαν. Ἔτι δὲ ἐφ̓ ἑκάτερα τῆς περὶ ταῦτα σπουδῆς ἀκμαζούσης, λέγεται, τῶν ἐνδημούντων ἐπισκόπων τῇ Κωνσταντινουπόλει παραγενομένων εἰς τὰ βασίλεια, οἷά γε εἰκὸς, ἀσπάσασθαι τὸν κρατοῦντα, ὡς συνῆν αὐτοῖς πρεσβύτης τις, ἀσήμου πόλεως ἱερεὺς, ἁπλοῦς καὶ πραγμάτων ἀτριβὴς, περὶ δὲ τὰ
θεῖα νοῦν ἔχων. Οἱ μὲν οὖν ἄλλοι γυμνῶς μάλα καὶ εὐσεβῶς τὸν βασιλέα ἠσπάσαντο: ὁμοίως δὲ τοῦτον προσεῖπε καὶ ὁ πρεσβύτης ἱερεύς: τῷ δὲ τοῦ βασιλέως παιδὶ συγκαθεζομένῳ τῷ πατρὶ, τὴν ἴσην οὐκ ἀπένειμε τιμήν: ἀλλὰ προσελθὼν, οἷάγε νηπίῳ, Χαῖρε τέκνον, ἔφη, τῷ δακτύλῳ σαίνων: κινηθεὶς δὲ πρὸς