Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ ἡμέρα παρῆν, καθ̓ ἣν ὥριστο τοῦτο ποιεῖν, συνῆλθον εἰς τὰ βασίλεια, ὑπὲρ μὲν τῶν ὁμοούσιον Τριάδα δοξαζόντων, Νεκτάριος καὶ Ἀγέλιος: ὑπὲρ δὲ τῆς Ἀρείου αἱρέσεως, Δημόφιλος ταύτης προεστώς: τῆς δὲ Εὐνομίου, αὐτὸς Εὐνόμιος: Ἐλεύσιος δὲ ὁ Κυζίκου ἐπίσκοπος, ὑπὲρ τῶν καλουμένων Μακεδονιανῶν. Δεξάμενος δὲ τὴν ἑκάστου γραφὴν, μόνην τὴν ὁμοούσιον Τριάδα εἰσηγουμένην ἐπῄνεσε: τὰς δὲ ἄλλας, ὡς ἐναντίας διέρρηξε.

Καὶ Ναυατιανοῖς μὲν

710
οὐδὲν ἐντεῦθεν παρὰ γνώμην ἀπέβη: ὁμοίως γὰρ τῇ καθόλου ἐκκλησίᾳ τὰ περὶ Θεοῦ δοξάζουσιν. Οἱ δὲ ἄλλοι πρὸς τοὺς αὐτῶν ἱερέας ἐχαλέπαινον, ὡς ἀμαθῶς σφίσιν ἐναντίους ἐπὶ τοῦ κρατοῦντος γενομένους: πολλοὶ δὲ καὶ καταγνόντες, πρὸς τὴν ἐπαινεθεῖσαν μετέθεντο.

Ὁ δὲ βασιλεὺς νομοθετῶν, ἐκέλευσε τοὺς ἑτεροδόξους μήτε ἐκκλησιάζειν, μήτε περὶ πίστεως διδάσκειν, μήτε ἐπισκόπους ἢ ἄλλους χειροτονεῖν: καὶ τοὺς μὲν, πόλεων καὶ ἀγρῶν ἐλαύνεσθαι: τοὺς δὲ, ἀτίμους εἶναι, καὶ πολιτείας ὁμοίως μὴ μετέχειν τοῖς ἄλλοις.

Καὶ χαλεπὰς τοῖς νόμοις ἐπέγραφἑ τιμωρίας. Ἀλλ̓ οὐκ ἐπεξῄει: οὐ γὰρ τιμωρεῖσθαι, ἀλλ̓ εἰς δέος καθιστᾷν τοὺς ὑπηκόους ἐσπούδαζεν, ὅπως ὁμόφρονες αὐτῷ γένοιντο περὶ τὸ θεῖον: ἐπεὶ καὶ τοὺς ἑκοντὶ μετατιθεμένους ἐπῄνει.