Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὃς δὴ καὶ τότε δόξας ἄριστα λέγειν, συνεβούλευσεν ἀποφυγεῖν τὰς πρὸς τοὺς ἑτεροδόξους διαλέξεις, ὡς ἔριδος καὶ μάχης αἰτίους: πυνθάνεσθαι δὲ αὐτῶν, εἰ προσίενται τοὺς πρὸ τῆς διαιρέσεως τῆς ἐκκλησίας καθηγητὰς καὶ διδασκάλους τῶν ἱερῶν λόγων γενομένους:

Εἰ μὲν γὰρ τούτων, ἔφη, τὰς μαρτυρίας ἀποβάλωσιν, ὑπὸ τῶν οἰκείων ἐξελαθήσονται: εἰ δὲ ἱκανοὺς εἰς ἀπόδειξιν τῶν ἀμφιβόλων ἡγήσονται, προΐσχεσθαι δεῖ τὰς αὐτῶν βίβλους. Εὖ γὰρ ᾔδει, ὡς οἱ παλαιοὶ συναΐδιον τῷ Πατρὶ τὸν Υἱὸν εὑρόντες,

οὐκ ἐτόλμησαν εἰπεῖν ἔκ τινος ἀρχῆς τὴν γένεσιν αὐτὸν ἔχειν. Ἐπεὶ δὲ τάδε καλῶς ἔχειν καὶ Νεκταρίῳ συνεδόκει, μαθὼν δὲ καὶ βασιλεὺς ἐπῄνεσε τὴν βουλὴν, ἀπεπειρᾶτο τῶν ἀπὸ τῶν ἄλλων αἱρέσεων, ὅπως ἔχουσι γνώμης περὶ τὰς τῶν

709
παλαιοτέρων ἐξηγήσεις. Τῶν δὲ μάλα θαυμασάντων, ἀναφανδὸν ἐδήλωσεν, εἰ ἐπὶ τοῖς εἰρημένοις αὐτοῖς καταπαύσουσι τὰς ζητήσεις, καὶ ἀξιοχρέους ἡγοῦνται μάρτυρας τοῦ δόγματος.

Διχονοίας δὲ καὶ περὶ τοῦτο συμβάσης τοῖς προεστῶσι τῶν αἱρέσεων: οὐ ταυτὰ γὰρ ἕκαστοι περὶ τὰς τῶν ἀρχαιοτέρων ἐφρόνουν βίβλους: ἔγνω ὁ βασιλεὺς, ὡς διαλέξεσι μόναις οἰκείων λόγων πεποιθότες παρῃτοῦντὁ τὴν πρότασιν: καὶ τῆς γνώμης αὐτοὺς μεμψάμενος, ἐκέλευσεν ἑκάστην αἵρεσιν γραφὴν αὐτῷ διδόναι τοῦ οἰκείου δόγματος.