Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπιφανέστατοι δὲ τότε πατέρες μοναχῶν ἦσαν, Ἰσίδωρός τε καὶ Σεραπίων, καὶ Διόσκορος. Ἀλλ̓ Ἰσίδωρος μὲν, πανταχόθεν περιφράξας τὸ μοναστήριον, ἐπεμελεῖτο μηδένα

624
τῶν ἔνδον θύραζε ἐξιέναι, καὶ πάντα τὰ ἐπιτήδεια ἔχειν.

Σεραπίων δὲ, περὶ τὸν Ἀρσενοΐτην διέτριβεν, ἀμφὶ τοὺς μυρίους ὑφ̓ ἑαυτὸν ἔχων. Πάντας δὲ ἦγεν ἐξ οἰκείων ἱδρώτων τὰ ἐπιτήδεια πορίζεσθαι, καὶ ἄλλοις δεομένοις χορηγεῖν: ὥρᾳ δὲ θέρους ἐπὶ μισθῷ ἀμῶντες, ἀρκοῦντα αὐτοῖς σῖτον ἀπετίθεντο, καὶ ἄλλοις μοναχοῖς μετεδίδουν.

Διοσκόρῳ δὲ οὐ πλείους ἑκατὸν ἐφοίτων. Πρεσβύτερος δὲ ὢν, ἐν τῷ ἱερᾶσθαι διὰ πάσης ἀκριβείας ἐχώρει: βασανίζων καὶ ἐπιμελῶς ἀνακρίνων τοὺς προσιόντας τοῖς μυστηρίοις, ὥστε αὐτοὺς προκεκαθάρθαι τὸν νοῦν, καὶ μὴ συνειδέναι τὶ πεπραχέναι δεινόν.

Ἀκριβέστερος δὲ τότε ἐγένετο περὶ τὴν μετάδοσιν τῶν θείων μυστηρίων καὶ Εὐλόγιος πρεσβύτερος: ὅν φασιν ἱερωμένον, πρόγνωσιν

625
ἐσχηκέναι τῆς τῶν προσιόντων ἐννοίας ἐπὶ τοσοῦτον, ὡς καὶ τὰ ἡμαρτημένα σαφῶς διελέγχειν, καὶ τὰ κατὰ νοῦν ἑκάστῳ κρυπτόμενα ἐφορᾷν: τοὺς οὖν κακῶς πεπραχότας, ἢ περί τινος φαύλου βουλευσαμένους, τέως εἷργε τοῦ θυσιαστηρίου, δήλην ποιήσας τὴν ἁμαρτίαν: μεταμελείᾳ δὲ καθαρθέντας, πάλιν προσίετο.

Περὶ τῶν ἐν Θηβαΐδι μοναχῶν, Ἀπολλὼ, Δωροθέου, Πιάμμωνος, Ἰωάννου, Μάρκου, Μακαρίου, Ἀπολλωδόρου, Μωσέως, Παύλου τοῦ ἐν Φέρμῃ, Παχὼν, Στεφάνου, καὶ Πίωρ.

Κατὰ τούτους δὲ καὶ Ἀπολλὼς ἐν Θηβαΐδι διέτριβεν: ὃς ἡβᾷν ἀρχόμενος, ἐφιλοσόφησεν: ἐπὶ τεσσαράκοντα δὲ ἔτη τὴν ἔρημον οἰκήσας, σπήλαιον ὑπὸ τὸ ὄρος πλησίον τῆς οἰκουμένης, τοῦ Θεοῦ χρήσαντος, κατέλαβεν. Ὑπὸ δὲ πλήθους θαυματουργιῶν, ἐν ὀλίγῳ ἐπίσημος ἐγένετο, καὶ ἡγεμὼν πλείστων μοναχῶν: ἦν γὰρ καὶ ταῖς διδασκαλίαις εἰς ὠφέλειαν ἐπαγωγός.

Ἀλλ̓ οἵᾳ μὲν ἀγωγῇ ἐχρῆτο, καὶ ἡλίκων ἦν θείων καὶ παραδόξων πραγμάτων ποιητὴς, ἱστορεῖ

626
Τιμόθεος ὁ τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἐπιτροπεύσας: εὖ μάλα αὐτοῦ, καὶ πολλῶν ὧν ἐπεμνήσθην, καὶ ἄλλων δοκίμων μοναχῶν τοὺς βίους διεξελθών.

Ἐν δὲ τῷ τότε, πολλοὶ καὶ ἀγαθοὶ σπουδαίως ἐφιλοσόφουν ἀνὰ τὴν Ἀλεξάνδρειαν, ἀμφὶ δισχίλιοι ὄντες: ὧν οἱ μὲν, ἐν τοῖς καλουμένοις ἐρημικοῖς ᾤκουν: οἱ δὲ, περὶ τὸν Μαρεώτην καὶ τοὺς ἐκ γειτόνων Λίβυας.

Ὑπερφυῶς δὲ ἐν τούτοις διέπρεπε Δωρόθεος, Θηβαῖος τὸ γένος. Ὧι βίος ἦν, ἐν ἡμέρᾳ μὲν, ἀπὸ τῆς πέλας θαλάσσης λίθους συλλέγειν, καὶ ἔτους ἑκάστου οἰκίδιον κατασκευάζειν, καὶ διδόναι τοῖς μὴ δυναμένοις ἑαυτοῖς οἰκοδομεῖν: νύκτωρ δὲ εἰς αὐτοῦ διατροφὴν ἐκ φοινίκων φύλλων σειρὰς πλέκων, σπυρίδας εἰργάζετο.